# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.857

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.857

δᾶναι τῶν προσδοκωμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑβδόμης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετάρτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνός· περιλύοντες μὲν τὰς νηστείας ἀπὸ τῆς ἐννεακαιεικάδος τοῦ αὐτοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν κήρυγμα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τριακάδι τοῦ αὐτοῦ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΚΒʹ. Πρόλογος. Οὐ φιλοτιμίας ἡμῖν τῆς ἐν λόγοις ἐπίδειξις γέγονε τὸ λογίδιον, ἤγουν ἡ ἐπιστολὴ, ἀλλ' ἐκ συνηθείας τῆς ἄνωθεν εἰς τοῦτο πάλιν κεκλήμεθα. Καὶ γὰρ ἦν ἀκόλουθον τῆς ἁγίας ἡμῶν ὅσον οὐδέπω παρεσομένης ἑορτῆς, τὸ περὶ αὐτῆς προαναλάμψαι κήρυγμα. Οὐκοῦν οἱ μὲν ἀληθῶς ἐλλόγιμοι καὶ τεχνῖται τὰς εἰς εὐέπειαν, εἰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας ποιοῖντο τὴν ἔνδειξιν, τοῖς παρὰ τῶν ἀκροωμένων ἐντρυφάτωσαν κρότοις. Ἡμεῖς δὲ τέως ὑμῖν τὰ ἐκ τῆς θεοπνεύστου Γραφῆς τοῖς παρ' ἑαυτῶν ψελλισμοῖς, ὡς ἔνι διερμηνεύσωμεν. αʹ. Οἱ μὲν τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασι διαπρέποντες, καὶ ἀπολέγδην τῶν ἄλλων ἐξῃρημένων, τὸ καθηγεῖσθαι λαῶν ταῖς ἐκ νόμου διέλαχον ψήφοις, ἐτετάχατο δὲ, καὶ πρός γε τὸ δεῖν, τῶν ἀναγκαίων εἰς ὄνησιν ποιεῖσθαι τὴν προαγόρευσιν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν· «Ἱερεῖς, ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος παντοκράτωρ.» Οἶκός γε μὴν Ἰακὼβ, εἶεν ἂν οὐχὶ πάντη τε καὶ πάντως οἱ ἐξ αἵματος Ἀβραὰμ, ἀλλ' οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ δεδικαιωμένοι, ὥσπερ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.» Τί τοίνυν ὁ θεῖός τε καὶ ἱερὸς παρεγγυᾷ λόγος; τί δὲ βοᾷν ἀναπείθει, πάλιν ἡμῖν ἀναλάμποντος τοῦ καιροῦ, καθ' ὃν ἡ ἁγία καὶ πάναγνος ἐπιτελεῖται πανήγυρις, ἡ ἐπί γε, φημὶ, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ; «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν.» Τὸ μὲν οὖν ἑλέσθαι πονεῖν, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων μεταποιεῖσθαι νεανικῶς, ἔγωγε φαίην ἂν τῶν ὅτι μάλιστα λυσιτελεστάτων· εὐκλεᾶ γὰρ ἔχει τὸ χρῆμα καρπὸν, καὶ ὡς ὁ προφήτης φησὶν, «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν.» Οὗ τί ἂν γένοιτο, παρά γε τοῖς οὖσιν ἐν καλῷ φρενὸς, τὸ ἰσοστατοῦν εἰς κτῆσιν; Οὐδὲν παντελῶς· καὶ πιστώσεται λέγων αὐτὸς ὁ Σωτήρ· «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
