# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.869

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.869

ἀναβαίνωμεν, ἡμερότητι τῇ παρ' αὐτοῦ τὸ χρῆμα κερδαίνοντες. Τοιγάρτοι καὶ ἔφασκε· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν.» Ὠνομάσμεθα γὰρ υἱοὶ Θεοῦ, πρωτότοκον ἔχοντες καὶ ἀδελφὸν κατὰ σάρκα τὸν Μονογενῆ. Οὐκοῦν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,» ἵνα δικαιώσῃ περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» δʹ. Ἐπέθειτο μὲν γὰρ, οὐ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν, μόνοις δὲ μᾶλλον τοῖς ἐξ Ἰσραὴλ, ὁ διὰ Μωσέως νόμος, καὶ κλῆρος ἀπόλεκτος τῷ Θεῷ τὸ ἐξ Ἀβραὰμ ὠνόμαστο γένος. Γέγραπται γὰρ, ὅτι «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλ' ὥς φησιν ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ Υἱοῦ, «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον·» καίτοι τῶν διὰ Μωσέως Γραμμάτων προαναφωνούντων εὖ μάλα τὸ ἐπ' αὐτῷ μυστήριον, καὶ προσέτι τῶν ἁγίων προφητῶν, ἐπειδὴ δὲ ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τεθέανται τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, κακόνοι τε καὶ ὀλιγογνώμονες, καὶ ἀσύνετοι παντελῶς, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Κυνηδὸν γὰρ ἐπεπήδων μονονουχὶ, καὶ καθυλακτοῦντες ἔφασκον, «Διὰ τί σὺ ἄνθρωπος ὣν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ', ὦ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἑτοίμως ᾄττειν εἰδὼς, ἐρεύνησον τὴν θεόπνευστον Γραφήν· πολυπραγμόνησον τῶν ἁγίων προφητῶν τοὺς λόγους· δοκίμαζε τὰ Μωσέως, τίνα τρόπον ἐπιλάμψειν ἐπὶ τῆς γῆς δι' αὐτῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκηρύττετο. Εἰ μὲν γὰρ ἀσώματός τε καὶ ἀναφὴς, καὶ τοῦ πρὸς ἡμῶν ὁρᾶσθαι κρείττων ὡς Θεὸς, εὔμορφον ἂν ἴσως ἐποιήσω τὴν ἀπιστίαν, προσιών τε καὶ λέγων· «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἐπειδὴ δὲ διὰ τῆς τῶν ἁγίων φωνῆς σεπτὸν καὶ βαθὺ τῆς ἐνανθρωπήσεως προαναφωνεῖ τὸ μυστήριον, τί μὴ μᾶλλον κατ' εὐθὺ τοῦ πρέποντος ἰέναι προθυμούμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν πηδαλιουχούμενος, ἐξ αὐτῶν ὁρᾷς τῶν δεομένων, ἤγουν παραδόξως ἐκπεπερασμένων, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ ἐκ Θεοῦ πέφηνε Πατρὸς, καὶ εἰ γέγονε σὰρξ δι' ἡμᾶς οἰκονομικῶς; Ὅρα γὰρ αὐτὸν καὶ τῶν τοῦ θανάτου κατευμεγεθοῦντα δεσμῶν, καὶ τοῖς ἤδη τεθνεῶσι καὶ κατεφθαρμένοις ἐνιέντα τὴν ζωήν· ὅρα πεσόντα καὶ κείμενον τὸν πάλαι δεινὸν καὶ δυσάντητον Σατανᾶν· τέθειται γὰρ ὑπὸ πόδας ἁγίων· ὄψει δὲ νόσου τε ἁπάσης καὶ μαλακίας κρείττονα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις θεοπρεπῶς ἐπιτάττοντα, καὶ πνευμάτων μὲν ἀγρίων ἀνακόπτοντα φορὰς, κατευνάζοντα δὲ καὶ θάλασσαν, καὶ κύμασιν ἐπιπλήττοντα, καὶ τί γὰρ οὐχὶ τῶν παραδόξων ἀμογητὶ κατορθώσαντα. Θαύμαζε τῶν πεπιστευκότων τὴν ἀριθμοῦ κρείττονα πληθὺν, ἄθρει τε οὕτως εἰς πέρας ἐκβεβηκὸς τὸ διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς αὐτὸν ὑμνούμε-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
