# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.872

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.872

νον, «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Ὅτι δὲ ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις, ἡ ὡς ἐν σκιαῖς, φημὶ, καὶ τύποις, εἰκαία πως ἤδη καὶ αὐτοῖς ἀποφαίνεσθαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, πιστώσεται λέγων Θεὸς διὰ φωνῆς ἁγίων· ποτὲ μὲν, «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων·» καὶ πάλιν τῇ τῶν πιστευόντων πληθύϊ διαλεγόμενος, «Καὶ ἔσται, φησὶ, ὅταν πληθυνθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς Διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ἐπισκεφθήσεται, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Ἀλλ' ἦν δή που καὶ μάλα εἰκὸς, ταυτὶ συνιέντα τὸν Ἰσραὴλ, τιμῆσαι τῇ πίστει τὸν Ἐμμανουήλ. Ἐτράποντο δὲ πρὸς πᾶν τοὐναντίον. Ἀντεφέροντο γὰρ οὐ μετρίως, ἀνοσίῳ θυμῷ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων στρατηγούμενοι, καὶ τῆς βασκανίας φλογὶ διακεκαυμένην ἕχοντες τὴν καρδίαν, συκοφαντεῖν ἀπετόλμων θαυματουργοῦντα τὸν Ἰησοῦν, καὶ τοῖς ἐκ φθόνου μέλεσι κατηκόντιζον· κατέληξε δὲ πρὸς τοῦτο αὐτοῖς τῆς ἀπονοίας τὸ μέγεθος, ὥστε καὶ ἀποκτεῖναι ζητεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Καὶ ἀπεκτόνασι μὲν, πλὴν ἀνεβίω, καὶ γέγονεν «Ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος τῶν νεκρῶν,» ἵνα καὶ ἡμεῖς ἀποσεισάμενοι τὴν φθορὰν, καὶ τὸ τοῦ θανάτου διεκδύντες κράτος, ἐκεῖνο λέγωμεν τὸ προφητικόν· «Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Καταργήσας τοίνυν τὸν θάνατον, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἥξει τε οὕτω κατὰ καιροὺς ἐν δόξᾳ θεοπρεπεῖ, καὶ καθήσεται κριτής· ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ὡς τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, τῶν εἰς ἐπιείκειαν αὐχημάτων μεταποιεῖσθαι σπουδάζωμεν, καὶ διὰ πάσης ἀρετῆς τὴν ἰδίαν ἕκαστος καταφαιδρυνέτω ζωήν· τηρήσωμεν τὴν τοῦ σώματος εὐγένειαν· ἀποπαυσώμεθα φαύλης ἁπάσης καὶ βδελυρᾶς ἡδονῆς· κρείττους εὑρισκώμεθα τῆς εἰς ἀδελφοὺς μικροψυχίας· τῶν ἐξ ὀργῆς κρατήσωμεν κινημάτων· ἀπέστω δὲ τὸ ὀμνύναι κατὰ Θεοῦ, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, «Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.» Χρηστοὶ καὶ εὔσπλαγχνοι πρὸς τοὺς δεομένους εὑρισκώμεθα. Εὖ ποιήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, ἐπισκεψώμεθα δεσμίους. Μνημονεύσωμεν τῶν ἐν ἀῤῥωστίαις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασιν. Ἀσφαλῆ καὶ ἀκράδαντον τῷ πάντων Σωτῆρι Χριστῷ τὴν πίστιν τηρήσωμεν. Οὕτω γὰρ, οὕτω καὶ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
