# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.873

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.873

μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννεακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΚΓʹ. Προθεωρία. Πεποίηται καὶ νῦν ἡμῖν τὸ λογίδιον, οὐ τῆς ἐν λόγοις φιλοτιμίας ἐπαγγελίαν ἔχον, ὅτι μὴ οὕτως ἡμῖν ὁ σκοπὸς, ἀλλ' ὄνησιν ἀναγκαίαν τοῖς ἀκροωμένοις εἰσφέρειν, ὡς δὲ οἶμαι, δυνάμενον, καὶ εἰς τοὺς τῆς εὐζωΐας ἀπευθῦνον τρόπους. Συντέθειται γὰρ, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τούτου καὶ μόνου. Οὐκοῦν μὴ πάντως βασανιζέσθω τῆς λέξεως, ἢ τῆς συνθήκης τὸ ἀκριβὲς, ἀλλ' ὁ τοῦ γράψαντος ἐπαινείσθω σκοπός. αʹ. Ὁ μακάριος προφήτης Δαβὶδ, τὴν παναρμόνιόν τε καὶ εὐμελῆ τοῦ Πνεύματος ἀνακρούων λύραν, τὴν ἁγίαν καὶ πάναγνον τοῦ Σωτῆρος ἡμῶν ἑορτὴν προευηγγελίζετο, λέγων· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.» Καί μοι δοκεῖ σοφῶς καὶ ἐντέχνως τὸ, «Δεῦτε,» φωνεῖν. Καλεῖ γὰρ ὥσπερ ἐγγὺς τοὺς ἀφεστηκότας, καὶ οἷον ἀποφοιτῶντας Θεοῦ, κατά γε, φημὶ, τοὺς τῆς διαθέσεως τρόπους, καθ' οὓς ἂν γένοιτο τῆς πρὸς Θεὸν οἰκειότητος ἀπονοσφίζεσθαί τινας. Τίνες δὲ οὗτοι, πολυπραγμονεῖν ἀναγκαῖον. Εἷς μὲν δὴ καὶ πρῶτος τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Ἀπιστία τε πρὸς τούτῳ, καὶ μέν τοι κακοπιστία· ὧν τὴν μὲν, τοῖς ἐξ αἴματος Ἰσραὴλ ἀναθείη τις ἄν· τήν γε μὴν ἑτέραν ταῖς τῶν αἱρέσεων ἐξιτήλοις εὑρεσιεπείαις. Προσεποίσομεν δὲ τούτοις τὸ κοινὸν ἀῤῥώστημα πάντων τῶν ἐπὶ τῆς γῆς, φημὶ δὴ τὴν ἁμαρτίαν. Οὐκοῦν ἱερῷ καὶ διαπρυσίῳ κηρύγματι, τὰ αἰσχίω μεθέντας, τοὺς ὠνομασμένους, μεταφοιτᾷν ἑλέσθαι πρὸς τὰ ἀμείνω διακελεύεται, ὡς Ἑλλήνων μὲν παῖδες, τὸν ἐκ διαβολικῆς σκαιότητος ταῖς αὐτῶν διανοίαις εἰσοικισθέντα σκότον εὖ μάλα διαδιδράσκοντας, πρὸς τὸ ἀκραιφνὲς τῆς ἀληθείας ἐπείγεσθαι φῶς, καὶ τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον ὁμολογῆσαι Θεόν· Ἰουδαίους δὲ τὸν διὰ νόμου καὶ προφητῶν πολυτρόπως διηγγελμένον, ὀψὲ γοῦν καὶ μόλις ἐπιγινώσκοντας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις εἰπεῖν· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» τούς γε μὴν τοῖς τῶν ἀνοσίων αἱρέσεων ἁλόντας βρόχοις, πολυπλόκων μὲν ἀπαλλάττεσθαι λογισμῶν, καὶ φιλοκακούργως ἐξηρτυμένων, εὐθὺ δὲ τῆς

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
