# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.880

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.880

μία ποίμνη, εἷς ποιμήν.» Ὅτι δὲ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα, καὶ σεσαρκωμένον, ἐπέγνωσαν μὲν καὶ τετιμήκασιν οἱ νομομαθέστεροι, καὶ συνετώτεροι τῶν ἐξ Ἰσραὴλ, οἵ γε μὴν εἰς ἐξίτηλον ἀπενηνεγμένοι θράσος, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς ἀπειθείαις λυπήσαντες, τὰς αὐτοῖς πρεπούσας ἐξῄτηνται δίκας· προσειλημμένων δὲ τῶν ἐθνῶν, εἰσκεκλήσονται καὶ αὐτοὶ διὰ πίστεως, ἁπλῆν, ὡς ἄν τις εἴποι, καὶ μίαν παρενεγκὼν εἰκόνα τοῦ πράγματος, ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὡς ἂν οἷός τε ὦ, πληροφορεῖν πειράσομαι, προϋπομνήσας ὅτι πλειστάκις τὸ Γράμμα τὸ ἱερὸν Δαβὶδ ὀνομάζει τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἅτε δὴ καὶ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεγεννημένον. Γʹ. Γέγραπται τοίνυν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· «Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαβὶδ εἰς Χεβρὼν, καὶ εἶπαν αὐτῷ· Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς. Καὶ χθὲς καὶ τρίτην, ὄντος Σαοὺλ βασιλέως ἐφ' ἡμᾶς, σὺ ἦσθα ὁ εἰσάγων καὶ ἐξάγων τὸν Ἰσραήλ. Καὶ εἶπε Κύριος πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ. Σὺ ἔσῃ ἡγούμενος ἐπὶ τὸν Ἰσραήλ. Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών. Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαβὶδ βασιλέα ἐπὶ τὸν Ἰσραήλ.» Σύνες ὅπως διωμολογήκασιν ἐναργῶς, καὶ ὀστᾶ καὶ σάρκες εἰσὶν αὐτοῦ· Οἱ γάρ τοι τὴν πίστιν τὴν εἰς Χριστὸν προσιέμενοι τῆς μετὰ σαρκὸς οἰκονομίας οὐκ ἀγνοοῦσι τὸν τρόπον. Ὁμολογοῦσι δὲ μᾶλλον, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος. Οὕτω γὰρ ἂν εἶεν αὐτοῦ καὶ ὀστᾶ καὶ σάρκες, κατά γε, φημὶ, τὸ ἐν ἀνθρωπότητι συγγενές. Προσεπάγουσι δὲ ὅτι, καὶ βασιλεύοντος τοῦ Σαοὺλ, αὐτὸς ἦν ὁ ἄγων καὶ φέρων τὸν Ἰσραήλ. Ἦν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὡς Θεὸς, τὸ κατὰ πάντων οὐσιωδῶς ἀνημ[μ]ένος κράτος, ταλαντεύων τε τὰ ἀνθρώπινα, καὶ ἀῤῥήτοις νεύμασι πρὸς τὸ εἶναι συνέχων, τοὺς τοῖς παρ' αὐτοῦ θεσπίσμασιν εὖ μάλα κατεζευγμένους. Ὅτι δὲ κατ' εὐδοκίαν καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, ἀραρότως πιστεύουσι, λέγοντες· «Κύριος εἶπε πρὸς σέ· Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ ἔσῃ εἰς ἡγούμενον.» Οὕτω πού φησι καὶ ὁ θεσπέσιος Πέτρος· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ μὴν καὶ Ναθαναὴλ, ᾧ καὶ αὐτὸς τὸ εἰλικρινὲς καὶ γνήσιον προσμεμαρτύρηκεν ὁ Χριστός· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, φησὶ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.» Ἔφη δέ που καὶ αὐτὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ (δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Πλὴν οὐκ ἀσύνηθες ἦν τὸ βασιλεύειν αὐτῷ· Θεὸς γὰρ ὢν φύσει, καὶ σύνθρονος τῷ γεννήσαντι, πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν. Λέγεται δὲ κεχειροτονῆσθαι βασιλεὺς, διά τοι τὸ κατανεῦσαι λοιπὸν τῆς ἑαυτοῦ βασιλείας ἐπαφεῖναι τὸν ζυγὸν τοῖς ἔξω ποτὲ καὶ ὑφ' ἑτέρῳ κειμένοις. Κεκράτηκε γὰρ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
