Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.881
Not analysed yet
τῶν ἐπὶ τῆς γῆς ἐκ πλεονεξίας ὁ Σατανᾶς. Ὁμολογήσαντες δὲ τὴν πίστιν, δέχονται παρ' αὐτοῦ διαθήκην ἐν Χεβρών. Καὶ τί τὸ «ἐν Χεβρών» ἐστι; δηλοῖ τοιγαροῦν ἡ λέξις τὴν ἕνωσιν. Ἐν Χριστῷ δὲ τὰ πάντα γεγόνασιν ἓν, καὶ συνήφθη μὲν τὰ ἄνω τοῖς κάτω, καὶ τοῖς ἄνω τὰ κάτω. Συνδεδραμήκασι δὲ πρὸς ἑνότητα καὶ ὁμοψυχίαν διὰ τῆς πίστεως, οἵ τε ἐξ αἵματος Ἰσραὴλ, καὶ μὴν καὶ οἱ πάλαι τῶν εἰδώλων θεραπευταί. Πλὴν ὅτι καὶ γαῦρον αὐτῷ τὸν αὐχένα, τῶν ἐξ Ἰσραὴλ ἐπανατείναντές τινες, κακοὶ κακῶς διολώλασιν, ἐξ αὐτῶν οὐδὲν ἧττον τῶν ἐφεξῆς εἰσόμεθα· ἔχει γὰρ οὕτω· «Καὶ ἀπῆλθε Δαβὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. Καὶ ἐῤῥέθη τῷ Δαβίδ· Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀνέστησαν οἱ χωλοὶ, καὶ οἱ τυφλοὶ λέγοντες· Οὐκ εἰσελεύσεται Δαβὶδ ὧδε. Καὶ κατελάβετο Δαβὶδ τὴν περιοχὴν Σιὼν, αὕτη ἡ πόλις Δαβίδ. Καὶ εἶπε Δαβὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς, καὶ τοὺς τυφλοὺς, καὶ τοὺς μισοῦντας ψυχὴν Δαβίδ· διὰ τοῦτο ἐροῦσι· Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.» Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῶν ἀνθισταμένων αὐτῷ πληθύν. Χωλοὶ δὲ ἦσαν καὶ τυφλοί. Μεμνήμεθα δ' εἰπόντος Χριστοῦ περί τε τῶν Γραμματέων καὶ Φαρισαίων· «Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν.» Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῶν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ἀπαράδεκτον γὰρ ἐποιοῦντο Χριστὸν, οἱ μήτε ὀρθοποδεῖν εἰδότες, μήτε μὴν εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον εἰσοικισάμενοι φῶς, ἀλλὰ πεπτώκασιν ἐν παραξιφίδι, τουτέστιν, ἐν μαχαίραις. Δεδαπάνηνται γὰρ πολέμῳ, κατεμπρησθείσης τῆς χώρας αὐτῶν ὁμοῦ τῷ διαβοήτῳ ναῷ. Ὅτι δὲ, προσκεκρουκότων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, εἰ παίπεκέ τε καὶ προσελήφθη τῶν ἐθνῶν ἡ πληθὺς, καὶ Χριστὸν ἐπεγράψατο Κύριον, καὶ Βασιλέα, σαφηνιεῖ πάλιν τὰ γεγραμμένα. Καὶ γάρ φησιν· «Ἀπέστειλε Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαβὶδ, καὶ ξύλα κέδρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαβίδ.» Ἦν μὲν γὰρ ἀλλογενὴς ὁ Χιρὰμ, καὶ οὐκ ἀπό γε τῆς Ἰουδαίων πληθύος. Εἰδωλολάτρης δὲ μᾶλλον, καὶ ἐκ τῆς τῶν πλανωμένων ἀγέλης. Ἀλλ' ᾠκοδόμησεν οἶκον τῷ Δαβίδ. Ἐγήγερται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ οὐ καθ' ἕνα τόπον, ἢ χώραν, ἀλλ' ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν, οἰκοδομούντων ὥσπερ αὐτὴν τῶν ποτὲ μὲν τῇ κτίσει λατρευόντων, καὶ ἀχλύϊ κατεσκοτισμένων διαβολικῇ, πιστευσάντων δὲ μετὰ τοῦτο καὶ πεφωτισμένων, καὶ τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐν παντὶ πεποιημένων θαύματι. Πλὴν κἀκεῖνο πρὸς τούτοις ἄθρει. ᾨκοδόμητο μὲν γὰρ ὁ οἶκος τῷ Δαβὶδ, δι' ἀλλογενοῦς τοῦ Χιράμ. Ἀνεκόμιζε δὲ τὴν κιβωτὸν εἰς αὐτὸν παρ' ἑτέροις οὖσαν, καὶ ἔξω που κειμένην, ὁ θεσπέσιος Δαβίδ. «Καὶ ἐπορεύθη γὰρ, φησὶ, καὶ