# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.884

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.884

ἀνήγαγε τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαβὶδ ἐν εὐφροσύνῃ.» Κατασημήνειε δ' ἂν ἡ κιβωτὸς τὸν διὰ Μωσέως ὠδίνουσα νόμον, τοὺς ὑπὸ νόμον καὶ σκιάν. Οἳ πάλαι μὲν ἦσαν τυφλοὶ καὶ χωλοὶ, ἐπειδὰν δὲ τὴν πίστιν εἰσοικισάμενοι προσκυνῶσιν αὐτῷ, τότε καὶ αὐτοὶ μεθ' ἡμῶν, εἰσκομισθήσονται μὲν εἰς τὸν οἶκον Δαβὶδ, τουτέστι Χριστοῦ. Ἁπάσης δὲ ἀρετῆς ἥξουσι κατ' εὐθὺ, καὶ οἷον ὀρθῷ ποδὶ καὶ ἐρηρεισμένῳ τὴν τῆς εἰς αὐτὸν εὐσεβείας διελάσουσι τρίβον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ θεσπεσίου Παύλου· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ἐπ' οὖν τούτοις ἅπασι, καθάπερ ἔφην ἐν ἀρχαῖς, «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ,» τὴν ἐπ' αὐτῷ δηλονότι τελοῦντες πανήγυριν. Εἶτα πῶς, εἰπέ μοι, φαίη τις ἂν ἔσθ' ὅτε, καίτοι σταυρὸν ὑπομείναντος, καὶ τὸν κατὰ σάρκα θάνατον, ἑορτὴ τὸ χρῆμα νοοῖτ' ἂν ἢ λέγοιτο; Καὶ μὴν, ὧ γενναῖε, πρὸς ἡμῶν εἰρήσεται. Εἰ μὲν γὰρ ἐφεὶς τῷ θανάτῳ τὸ ἴδιον ὁμιλῆσαι σῶμα μεμένηκεν ἐν νεκροῖς, ἑορταζέτω μηδείς. Εἰ δὲ καίτοι μήτε παθεῖν ἐξὸν, εἰ μὴ βούλοιτο παθεῖν, μήτε μὴν κατόπιν τῆς τῶν ἐπιβουλευσαμένων ὁρᾶσθαι χειρός, «Χάριτι Θεοῦ, καθά φησιν ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργὸς, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ἵν' ἐγηγερμένος ἐκ νεκρῶν, πατήσῃ τὸν θάνατον,» ἁπάσῃ τε οὕτω τοῦ ἀνθρώπου φύσει κατορθώσῃ τὴν ἀφθαρσίαν, «Πρωτότοκος γεγονὼς ἐκ νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων·» πῶς οὐχ ἁπάσης ἡμῖν εὐθυμίας τὸ χρῆμα πρόξενον; Οἱ τοῖς τοῦ θανάτου βρόχοις ἐνειλημμένοι, διὰ τὴν καθ' ἡμῶν τυραννεύσασαν ἁμαρτίαν, ἐν ἐλπίσιν ἐσμὲν τῆς εἰς αἰῶνα ζωῆς, διὰ τὸν ἐξ ἡμῶν κατὰ σάρκα πρωτότοκον ἐκ νεκρῶν. Οὐκοῦν Ἰουδαῖοι μὲν ἐσταύρωσαν, ἐφέντος, ὡς ἔφην, οἰκονομικῶς τοῦ Χριστοῦ τῇ ἰδίᾳ σαρκὶ γεύσασθαι τοῦ θανάτου, ἀνεβίω δὲ αὐτοῖς τοῦ θανάτου δεσμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσας, εἰρηκώς τε τοῖς ἐν δεσμοῖς, «Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, χρῆναί τε τὴν ὑφ' ἡλίῳ μαθητεύειν εἰπὼν, καὶ πάντα τὰ ἔθνη μυσταγωγεῖν, «Βαπτίζειν τε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ πάντα τηρεῖν τὰ ἐντεταλμένα,» οὔτε τὴν ἀκριβῆ καὶ εὐδόκιμον κατορθοῦν ἐπείγεσθαι πολιτείαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, δοξολογούντων αὐτὸν τῶν ἁγίων ἀγγέλων, εὐφημούσης ὡς Θεὸν τῆς ἄνω πληθύος· ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, καθά φησιν αὐτὸς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· «Κρινεῖ γὰρ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.» δʹ. Οὐκοῦν ὡς παρεσομένου κριτοῦ καὶ δεσπότου,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
