Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.885
Not analysed yet
καὶ παμβασιλέως τῶν ὅλων, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπιτελέσωμεν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, ζήσωμεν ἐπιεικῶς, καὶ τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχάς· ἐπισκεπτόμενοι χήρας, ἐλεοῦντες ὀρφανοὺς, τοῖς ἐν ἐνδείᾳ συγκαθιστάμενοι, καὶ ταῖς κατὰ χεῖρα θεραπεύοντες ἐπικουρίαις τοὺς ἐν ἀσθενείαις ὄντας σωματικαῖς, τοὺς ἐν δεσμοῖς ἐπισκεπτόμενοι, ἀσφαλῆ καὶ ἐρηρεισμένην, καὶ ἀνεπίπληκτον παντελῶς τὴν εἰς αὐτὸν ἔχοντες πίστιν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τετράδος καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἐβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ἐννάτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τετράδι τοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ πέμπτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ, δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΚΔʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ μακαρίου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ· «Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωρισθήτω πᾶσιν ἀνθρώποις.» Ἀνίσχει γὰρ ἡμῖν τῆς τοῦ Σωτῆρος ἡμῶν ἑορτῆς ὁ καιρός. Καὶ φέρε δὴ πάλιν, οἷς ἂν εἶεν ἐν λόγῳ τὰ τῶν ἀνδραγαθημάτων ἐξαίρετα, τούτοις εὖ μάλα, πρόκλησιν ὥσπερ τινὰ τὴν εἴς γε ταυτὶ ποιούμενοι, λέγωμεν· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» ἧς καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέγων· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἡμέραν γε μὴν τὴν τριπόθητον, καὶ εὐιέραστον, καὶ μὴν καιρὸν εὐπρόσδεκτον, οὐδὲν ἕτερόν φασιν οἱ πνευματοφόροι, πλὴν ὅτι τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· δι' ἣν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς εἰκότως ἂν πρέποι τῆς ἀνωτάτω πασῶν ἀναπίμπλασθαι θυμηδίας. Ἐσχήκαμεν γὰρ δι' αὐτῆς τὰ δι' ὧν ἦν δύνασθαι μεταφοιτᾷν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν· καὶ ἀναμορφοῦσθαι τρόπον τινὰ δι' εὐαγοῦς πολιτείας πρὸς τὸν παντὸς ἐπέκεινα νοῦ, ἵνα τοὺς θείους ἐφ' ἑαυτῇ χαρακτῆρας, δι' ἁγιασμοῦ πλουτήσασα χαίρῃ καὶ εὐφραίνηται. Πρόξενον γὰρ ἡμῖν τῶν τοιούτων ἀγαθῶν τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι προεμήνυσεν ὁ αὐτὸς Χριστὸς διὰ προφήτου λέγων· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι