# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.888

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.888

Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Ἐνανθρωπήσαντος γὰρ τοῦ Μονογενοῦς, καὶ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονότος (οὕτω γὰρ αὐτὸν ἀπεστάλθαι φαμὲν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς), ἀνασκιρτᾷν ἡμᾶς ἀναγκαῖον κατευρυνομένους εἰς θυμηδίας. Ὁποία δέ τίς ἐστιν ἡ τοῦδε πρόφασις. ἐπιδρομάδην ἐρῶ. βʹ. Πλεῖσται μὲν γὰρ ἦσαν ἐν ἡμῖν αἱ τοῦ κλαίειν ἀφορμαί. Καὶ γὰρ ἦν ἀφόρητος τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὁ φαυλότητος ἁπάσης καὶ ἁμαρτίας εὑρετὴς, δεινὸς καὶ πολὺς ἐγκείμενος, καὶ ὥσπερ ἄμαχόν τινα τύραννον κατεξανιστὰς τῶν ἐπὶ τῆς γῆς, τὸν διὰ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ εἰσκομισθέντα θάνατον. Ὅπλον δὲ ἦν αὐτῷ καὶ δόρυ, καὶ παντευχία δεινὴ, καὶ ἀπρόσιτος, ἡ πολυειδὴς ἁμαρτία. Βεβασίλευκε γὰρ δι' αὐτῆς τῶν ἐπὶ τῆς γῆς. Ταύτῃτοι, καθά φησιν ὁ προφήτης Ἡσαΐας, «Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.» Ἐπ' οὖν τούτοις ἅπασι, καὶ μάλα εἰκότως, τὸ μὲν ἥδεσθαί τε καὶ χαίρειν ἡμῖν γέγονεν ἐκποδὼν, ἀντανέφυ δὲ ὥσπερ τὸ χρῆναι θρηνεῖν, συμφορᾶς ἀφύκτου κατηρτημένης, καὶ μονονουχὶ ταῖς ἁπάντων παρειαῖς τὸ ἐξ ὀμμάτων ἐπιχεούσης δάκρυον. Ἀλλ', ὥς φησιν ὁ προφήτης Ἡσαΐας, «Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἀφεῖλε δὲ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.» Λέλυται γὰρ ἡ ἁμαρτία, καὶ τὸ ἀνδροκτόνον αὐτῆς ἠσθένησε κέντρον. Συναπέσβη δὲ ὥσπερ τῇ οἰκείᾳ ῥίζῃ τὸ ἐξ αὐτῆς ἀναβλαστῆσαν κακὸν, φημὶ δὴ τὸν θάνατον. Ἦν οὖν ἄρα τὸ χαίρειν ἤδη πως ἡμῖν οὐκ ἀνάρμοστον, μᾶλλον δὲ πρέπον τε καὶ ἐοικός. Ταύτῃτοί φησιν ὁ πάσης ἡμῖν εὐημερίας καὶ δοτὴρ καὶ πρύτανις· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών.» Ἀλλ' ἦν ἀναγκαῖον ἀγχίθρονον ἔχοντας τῆς ἑορτῆς τὸν καιρὸν, προαποσμήχεσθαι ῥύπους τοὺς ἀπό γε τῶν διεπταισμένων, καὶ ἀποτρίβεσθαι μολυσμοὺς ψυχικούς τε καὶ σωματικούς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὴν ἁπάσης ἡμῖν εὐκοσμίας, καὶ τροφὸν, καὶ προμνήστριαν προεισοικισάμενοι νηστείαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,» κατὰ τὸ γεγραμμένον, τοῖς τῆς εὐσεβείας αὐχήμασι τὰς ἑαυτῶν διανοίας καταφαιδρύνοντες, καὶ εἰς πάναγνον καὶ ἀμώμητον ἀναφοιτῶντες ζωήν. Μεμνήμεθα γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· «Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Ἁγιαζώμεθα τοίνυν διὰ σεπτῆς πολιτείας, καὶ ἐννομωτάτης ζωῆς, ἄμφιον ὥσπερ τι περικαλλὲς, καὶ τοῖς ἑορτάζουσι πρέπον, τὴν ἐξ ἀρετῶν λαμπρότητα περικείμενοι· οὕτω τε λοιπὸν ἐκ παῤῥησίας φοιτῶντες ἐν ὄψει τοῦ τελοῦντος ἡμῖν τὴν πανήγυριν. «Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Οὐκοῦν ὅταν ἴδῃ λαμπροὺς, ἀκράδαντον ἡμῖν φυλάξει τὴν εὐθυμίαν· οὕτω γε μὴν οὐκ ἔχοντας γνώμης, οὐκ ἐφήσει μεταλαχεῖν τῆς μεγαλοδωρίας τῆς παρ' αὐτοῦ. Καὶ τοῦτο διδάξει σαφῶς ἡ ἐν τοῖς Εὐαγγελίοις παραβολή. Ἔφη γὰρ ἄνθρωπόν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
