# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.889

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.889

τινα γάμον ἐπιτελεῖν τῷ υἱῷ αὐτοῦ, καὶ εἰσκεκλῆσθαι μὲν οὐκ ὀλίγους. Εἰσελάσαι δὲ μετ' αὐτοὺς τὸν νυμφίον, ὀψόμενον τοὺς ἀνακειμένους. Ἐπειδὴ δέ τινα τοῖς εὐειματοῦσιν, ἀναμὶξ ῥυπῶτα τεθέαται, καὶ τὴν τοῖς ἑορτάζουσι πρέπουσαν οὐκ ἔχοντα στολὴν, ἐπετίμα λέγων· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Καὶ ταῖς ἐσχάταις αὐτὸν ἐνῆκε δίκαις. Ἀλλ' ἴσως φαίη τις ἄν· Εἶτα πῶς εἰσῆλθεν ὅλως ὁ ῥυπούμενος; Ἐχρῆν γὰρ δή που τὴν ἀρχὴν, μηδὲ ἐφεῖναι τί ἐστιν ἀνάρμοστον τῇ πανηγύρει τὴν στολὴν ἔχουσιν εἰσβαλεῖν. Φαμὲν οὖν ὅτι καλεῖ μὲν διὰ τῆς πίστεως ἅπαντας ὁ Σωτήρ· καὶ τῆς ἄνωθεν μεγαλοδωρίας ἐν μεθέξει γενέσθαι βούλετα, καὶ εἰσελαύνουσι μὲν ἀδιακρίτως ἅπαντες. Καὶ γὰρ ἐφ' ἅπασιν ἡμῖν ἡ διὰ πίστεως χάρις. Ἀλλ' οἱ μὲν τῇ πίστει προσεπάγοντες τὸ ἐκ τῆς ἀγαθουργίας φαιδρὸν καὶ ἀμώμητον, καὶ οἷον ἐν τάξει στολῆς τὴν ἐξ ἀρετῶν λαμπρότητα περικείμενοι, συνδειπνήσουσι τῷ νυμφίῳ, καὶ τῆς ἁγίας καὶ νοητῆς συμμεθέξουσιν ἑορτῆς. Οἵ γε μὴν τῇ πίστει προσεπενεγκόντες οὐδὲν, ἐναπομείναντες δὲ τοῖς τῆς φαυλότητος ῥύποις, καὶ δυσέκπλυτον ἔχοντες τὴν ἐκ τῶν ἀρχαίων αἰτιαμάτων κηλίδα, οὗτοι πάντη τε καὶ πάντως ἀπόπεμπτοι μὲν τῶν ἱερῶν ἔσονται γάμων. Ἐποιμώξουσι δὲ ταῖς ἑαυτῶν ῥᾳθυμίαις· εἰσπεπαίκασι γὰρ, οὐκ ἔχοντες ἔνδυμα γάμου. Ἐπωφελεστάτη τοιγαροῦν ἡ νηστεία, δισμήχουσα τὸ μεμολυσμένον, ἐκπλύνουσα τὸ ῥυποῦν, καὶ διὰ πόνου μικροῦ τῆς εἰς αἰῶνας δίκης ἡμᾶς ἀπαλλάττουσα. Κατανεκροῖ γὰρ ἡδονὰς, ἀνακόπτει τῶν εἰς αἰσχρότητα καὶ φιλοσαρκίας ἐπιθυμιῶν τὴν ἔφοδον, καὶ οἷά τινι χαλινῷ περιτρέπει πρὸς εὐκοσμίαν, ἐπιεικείας ἁπάσης ἐραστὰς ἀποφαίνει, καὶ ὥσπερ τινὰ θῆρα λυττῶντά τε καὶ ἀγριαίνοντα τὸν τῆς ἁμαρτίας τιθασσεύει νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ καθίστησιν ἐπιμελητὰς, καὶ τὸν τῆς διανοίας αἰθέρα καταλαμπρύνουσα, τὸ τῆς ἀληθοῦς θεοπτίας ἀξιέραστον φῶς εἰσοικίζεσθαι ποιεῖ. Δι' οὗπερ ἄν τις καὶ μόνου τὴν ὀρθὴν καὶ ἀνεπίδεκτον τῶν ἱερῶν δογμάτων ἐπιστήμην κερδανεῖ. Ζωοποιὸν δὲ τὸ χρῆμα καὶ ὀνησιφόρον, καὶ ἀξιόκτητον ὡς ἀληθῶς, εἴπερ κὺ, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται. γʹ. Ὅτι δὲ, ὡς ἔφην, ζωῆς ἐστι τῆς εἰς αἰῶνα πρόξενον τὸ ἐν πίστει εἰς Χριστὸν διιδρύσθαι φιλεῖν, αὐτὸς πιστώσεται λέγων πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἀλλ' ἡ μὲν πίστις παρά γε τοῖς ἐπιεικέσι καὶ φιλόθεον ἔχουσι τὴν καρδίαν, ἁπλῆ τίς ἐστι καὶ ἀληθὴς, καὶ οὐδὲν ἔχουσα παντελῶς τὸ διαστρέφον. Ἐρεύνης δὲ καὶ βασάνων οὐ λίαν ἀνέχεται· τὸ γὰρ ὅλως πίστει παραδεχθὲν πολυπραγμονεῖν, οὐκ ἀζήμιον. Ἀλλ' οὐ δοκεῖ ταῦτ' ἔχειν ὀρθῶς τοῖς ὅτι μάλιστα φιλοζητηταῖς, καὶ τῶν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
