# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.901

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.901

τὰ ἐν τῷδε τῷ βίῳ πράγματα· ἀκράδαντα δὲ καὶ βεβηκότα καλῶς, καὶ τοῖς λαβοῦσι συνδιαιωνίζοντα τὰ παρὰ Θεοῦ. Ἕως τοίνυν ἐφίησιν ὁ καιρὸς, ἀποτριψώμεθα μολυσμοὺς σαρκικούς τε καὶ ψυχικούς. Ἐπιτηδεύσωμεν τῆς ἐπιεικείας τοὺς τρόπους, ἐνδυσώμεθα σπλάγχνα οἰκτιρμοῦ. Ταῖς τῶν δεομένων ταλαιπωρίαις ἐπιστυγνάσωμεν. Ἀνοίξωμεν τοῖς ἐν θλίψει τὸ σπλάγχνον, ἐποικτείρωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας, τῶν ἐν θλίψει τὸ δάκρυον μερισώμεθα, τοὺς ἐν δεσμοῖς ἐλεήσωμεν, τοῖς ἐν ἀῤῥωστίαις συναλγήσωμεν, ταῖς ἐνδεχομέναις θεραπείαις αὐτοὺς ἀνακτώμενοι, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπιτηδεύοντες ἀρετῆς. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ δι' ὀρθῆς πολιτείας τοῖς ἁγίοις ἐντρυφήσωμεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας Ἀμήν. ΛΟΓΟΣ ΚΕʹ. αʹ. Φέρε δὴ πάλιν, καιροῦ παραθήγοντος, ἐπὶ τὸ χρῆναι πληροῦν τὰ τοῖς θείοις θεσπίσμασι διηγορευμένα τὴν ἱερὰν ὥσπερ ἀναλαβόντες σάλπιγγα, καὶ μέγα τι καὶ γεγωνὸς ἀνακεκραγότες, λέγωμεν· «Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ.» Ἑορτὴν γὰρ ἡμῖν ἀποφαίνει πνευματικὴν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς κατ' οὐδένα τρόπον τῆς τοῦ τεκόντος αὐτὸν ὑπεροχῆς ἡττώμενος, ἰσοκλεής τε ὑπάρχων, καὶ ἰσοσθενὴς, ὡς ὁμοούσιος αὐτῷ, καὶ ἐξ αὐτοῦ πεφηνὼς κατὰ φύσιν, καὶ ἀπαραλλάκτῳ ταυτότητι διαπρέπων· «Χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἀπαύγασμα τῆς δόξης·» κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς· οὐχὶ τῶν ἐμπεφυκότων ἀπολισθήσας ἀξιωμάτων, ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, ἵνα καὶ ἡμεῖς τῆς θείας φύσεως γενώμεθα κοινωνοὶ, τῇ πρὸς αὐτὸν συναφείᾳ πνευματικῶς τὸ χρῆμα κερδαίνοντες. Κολλώμεθα γὰρ αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων. Ἑορτὴ δὲ τοῦτο, καὶ πανήγυρις, καὶ τῶν εἰς λῆξιν τῶν ἀνωτάτω πρόξενος ἀγαθῶν. Τοιγάρτοι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ὡς ἐν παραδείγματος τρόπῳ, τῆς ἑαυτοῦ παρουσίας τὴν δύναμιν ὑπεμφαίνει λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ, καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους, λέγων· «Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμα-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
