# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.904

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.904

σα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.» Γάμοις δὲ τοῖς σωματικοῖς τὴν πνευματικὴν ἰδιότητα παρεικάζειν ἀξιοῖ. Γέγραπται γὰρ, ὅτι «Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν.» Οὐκοῦν συναγείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς πανδαισίαν τὴν νοητὴν, καὶ τῶν θείων μαθημάτων ἀμφιλαφεστάτην ποιουμένου ἡμῖν τὴν παράθεσιν· ἀκηκόαμεν γὰρ λέγοντος· «Οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα·» φέρε τὴν τοῖς ἑορτάζουσι πρέπουσαν ἀναλαβόντες στολὴν, καὶ καθάπερ ἐξ ἀνθέων ἠρινῶν συγκείμενον τὸν ἐκ τῆς πολυειδοῦς ἀρετῆς ἀναδούμενοι στέφανον, καὶ αὐτὸν ἔχοντες χοροστάτην τὸν ἐφ' ᾧ τελοῦμεν τὴν πανήγυριν, ἀναμελῳδοῦντες, λέγωμεν· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Ἀγαλλιῶνται μὲν γὰρ τῷ κόσμῳ τινὲς τὴν σάρκα καταπιαίνοντες τῇ τῶν ὄψων πολυτελείᾳ. Τρυφῶσι δὲ καὶ ἑτέρως ἀχαλίνοις ᾄττοντες ὁρμαῖς πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων. Ἀλλ' ἐκτελευτᾷ πρὸς κόλασιν ἡ τρυφὴ, καὶ τῆς φιλοσαρκίας τὸ πέρας, ἀπηνῆ καὶ ἄφυκτον αὐτοῖς ἐπαρτήσασα δίκην. «Ὁ γὰρ σπείρων, φησὶν, εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Τοῖς οὕτω βιοῦν εἰωθόσι καὶ ὁ θεσπέσιος προφήτης Ἀμὼς τὸ ἐξ ἀγάπης δάκρυον ἐπιστάζει, λέγων· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν, καὶ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι· καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ. Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν.» Ὁρᾷς ὅποι καταστρέφει τῆς ἐξιτήλου ζωῆς τὸ πέρας; Αἰχμαλώτους ἔσεσθαί φησι, τοὺς τὰ φεύγοντά τε καὶ παριπτάμενα τοῦ παρόντος βίου πράγματα πεπηγέναι τε καὶ ἑστάναι νομίζοντας, καὶ τὴν τοῖς ἱεροῖς ἀπᾴδουσαν νόμοις τιμῶντας ζωήν. Ἡμᾶς δὲ τοὺς ἐν Χριστῷ, τῶν οὕτως αἰσχρῶν σπουδασμάτων, καὶ τῆς εἰκαίας περιφορᾶς ἀποφέρει, λέγων ὁ αὐτοῦ μαθητής· «Τεκνία, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ.» Γέγραπται δὲ πάλιν· «Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν; Ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.» Ἔξω δὲ οὖν κοσμικῶν ἐπιθυμιῶν, καὶ ἀπωτάτω παντὸς ἰόντες πράγματος, τὴν ἐπὶ ταῖς βεβήλοις φιλοσαρκίαις ἔχοντες γραφὴν, ἅγιοι μὲν ἐσόμεθα θιασῶται· τὴν πάναγνον δὲ τῷ Χριστῷ τελοῦντες πανήγυριν, ἀκουσόμεθα λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου.» Ἀξιόπιστα μὲν οὖν καὶ πέρα λόγου παντὸς καὶ θαύματος τῶν ἁγίων τὰ ἔργα. Γράφει γὰρ πάλιν ὁ πάνσοφος Παῦλος, ὅτι «Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
