# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.905

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.905

ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἡμεῖς δὲ, καί τοι μετὸν ἀφθόνως τοῖς παρὰ Θεοῦ χαρίσμασιν ἐντρυφᾷν, τὴν ἀσυμμιγῆ τοῦ χείρονος ἑλομένους ζωὴν, ἀποσειόμεθα τὴν φιλοτιμίαν, καὶ καταθήγομεν εἰς ὀργὰς τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν. Ἀόργητον μὲν γὰρ τῇ φύσει τὸ Θεῖον. Πλὴν οὐκ ἀνέχεται τῶν ἀσχέτως ἀπονενευκότων ἐπί γε τὸ δεῖν ἐργάζεσθαι πονηρά. Καὶ τοῦτό φαμεν ἐπ' αὐτοῦ τὴν ὀργὴν ταῖς καθ' ἡμᾶς αὐτοὺς κεχρημένοι φωναῖς. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κατασημῆναί τισι τὰ ὑπὲρ ἡμᾶς, ἤτοι τὰ ἐνόντα τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει. Ὅταν τοίνυν εἰς τὸ ῥᾴθυμον ἀπονεύσαντας, καὶ τοῖς τῆς φιλοσαρκίας τέλμασιν ἐμβεβηκότας θεάσεται, καὶ τοῦ μηδενὸς ἀξιοῦντας λόγου τὸ χρῆναι τοῖς παρ' αὐτοῦ παιδαγωγεῖσθαι νόμοις, εὐθύ τε παντὸς ἰέναι καλοῦ καὶ ἀγαθοῦ πράγματος· τὸ τηνικάδε λοιπὸν τοὺς ἀρίστους τῶν πατέρων ἀπομιμούμενος ἐπανατείνει τὴν μάστιγα. Καὶ γὰρ ἦν εἰκὸς ἀποτολμῆσαί τινας, οὐδὲ ἀγαθὸν οἴεσθαί πως αὐτὸν ὑπονοεῖν, εἰ μὴ συμμέτροις κινήμασιν ἀνακόπτει τὸ ῥᾴθυμον, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον τοὺς οἷς ἂν εἴη σκοπὸς, ἀποκομίζεσθαι μὲν τῶν ὅτι μάλιστα λυσιτελεστάτων αὐτοῖς, ἀχαλίνοις δὲ ὥσπερ τοῦ νοῦ ῥοπαῖς ἰέναι κατὰ πετρῶν, καὶ εἰς τὸ τῆς ἀπωλείας βάραθρον ἀσυνέτως καταπηδᾷν. Τοιοῦτό τι γεγραφότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἱερώτατον Παῦλον· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ἡμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν Υἱὸς, ὃν οὐ παιδεύει πατήρ;» Καὶ πρός γε τοῦτό φησι· «Εἶτα τοὺς μὲν τῆς σαρκὸς πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα. Οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγον, κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ, εἰς τὸ συμφέρον, εἰς τὸ μεταλαμβάνειν τῆς ἁγιότητος αὐτοῦ. Πᾶσα δὲ παιδεία, πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Ὕστερον μέν τοι καρπὸν εἰρηνικὸν τοῖς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.» Παιδεύει δὴ οὖν ἐξ ἀγάπης Θεός. Ἀλλ' ἔστι κἀν τούτῳ καταθαυμάσαι λίαν τῆς ἐνούσης αὐτῷ γαληνότητος τὴν ὑπεροχήν. Καίτοι γὰρ ἀναλόγως τοῖς ἡμετέροις πταίσμασι τὰς δίκας ἐπενεγκεῖν ἀδιακωλύτως ἐξὸν, συνεμέτρησέ πως ταῖς τῶν πλημμελούντων ἀσθενείαις τὸ κίνημα· καὶ θορυβεῖ μᾶλλον, ἢ κολάζει κατὰ ἀλήθειαν. Ἵνα δὲ τὸν ἑαυτῶν λόγον ἀποφήνωμεν οὐ κατεψευσμένον, φέρε παραγάγωμεν εἰς μέσον τὰ τοῖς ἀρχαίοις ἐπενηνεγμένα κατὰ καιρούς. Καὶ ἐφ' ὅτῳ γεγόνασιν ἀφηγώμεθα. Ἔφη γάρ που τὸ Γράμμα τὸ ἱερὸν, ὅτι «Ταῦτα τυπικῶς συνέβαινεν ἐν ἐκείνοις. Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.» βʹ. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς, τεθεσμοθέτηκε μὲν διὰ Μωσέως τοῖς ἐξ Ἰσραὴλ, τὸν διιθύνοντα, νόμου πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασι στεφανοῦν δυνάμενον τοὺς ὅ τι προσήκει περαίνειν αὐτὸν εὖ μάλα διεγνωκότας. Οἱ δὲ, ἡμάρτανον σκοποῦ, καὶ διωσάμενοι τὸν παιδαγωγὸν, σφᾶς αὐτοὺς ἐνίεσαν τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν. Ἐγράφετο δὲ παρανομοῦντας Θεὸς, ὡδί πη

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
