# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.912

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.912

Υἱὸς, καὶ παιδευτὴν ἐλάχομεν τὸν καταφωτίζοντα μὲν οὐρανοὺς, καταφαιδρύνοντα δὲ καὶ αὐτὰς τὰς ἄνω δυνάμεις. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ ἐνηνθρώπησεν οἰκονομικῶς, ἵν' ἡμᾶς ἀποφήνῃ καὶ ἀρετῆς ἁπάσης ἐπιστήμονας, καὶ ἀρίστων σπουδασμάτων ἐπιμελητὰς, καὶ τῆς ἀληθοῦς θεογνωσίας γεγονότας ἐν καλῷ. Ἐπειδὴ γὰρ ἄοπτος παντελῶς καὶ ἀόρατος ἡ θεία φύσις ἐστὶ, καὶ ἀπρόσβλητον ἔχει τὴν δόξαν «(Φῶς γὰρ ἀπρόσιτον οἰκεῖ,» κατὰ τὴν τοῦ Παύλου φωνὴν), τῆν ἡμῶν ἠμπέσχετο σάρκα, καὶ τοῖς ἀνθρώποις συνανεστράφη τοῖς τῆς ἀνθρωπότητος μέτροις συγκαθιστάμενος μετὰ τοῦ μεῖναι ὃ ἦν, καὶ ἀπήρξατο μὲν τῶν ἱερῶν θεσπισμάτων παρά γε τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἦσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι. Ἐπειδὴ δὲ γεγόνασι σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, εἶτα τελευτῶντες ἐσταύρωσαν, ἀποπεφοίτηκεν αὐτῶν, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις ἑαυτὸν ἐχαρίσατο. Ἦν μὲν γὰρ οὐκ ἀμήχανον αὐτῷ τὸ μὴ ἀνασχέσθαι παθεῖν. Ἐπειδὴ δὲ τὴν τῶν νεκρῶν ἀναβίωσιν ἡμῖν ἐπηγγείλατο, φορητὸν ἐποιήσατο τὸ παθεῖν· ἵνα πατήσας τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν, «ἀπαρχὴ γένηται τῶν κεκοιμημένων,» καὶ ἀραρότως πιστεύωμεν, ὅτι καταλύσει τὴν φθορὰν, καὶ τῶν ἡμετέρων ἀποσοβήσει σωμάτων τοῦ θανάτου τὴν ἔφοδον, ζωὴ κατὰ φύσιν ὑπάρχων καὶ ζωοποιὸς, ὡς Θεός. Ἵνα δὲ πρὸς τούτῳ καὶ αὐτὴν ἡμῖν ἀποφήνῃ βάσιμον καὶ εὐήλατον τὴν εἰς τὰ ἄνω τρίβον, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ἐψυχωμένης νοερῶς. Καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν, ἐπέκεινα παντὸς γενητοῦ, καὶ ἐν κυριότητι φυσικῇ. Καὶ ἀκατάσειστον τὴν βασιλείαν ἔχων, ἥξει τε κατὰ καιροὺς «ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καθὰ γέγραπται. Ὡς οὖν ἀπολογεῖσθαι μέλλοντες τῷ κριτῇ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Κατορθώσωμεν πάντα τρόπον ἐπιεικείας. Τὴν δικαιοσύνην ἀγαπήσωμεν, τὴν ἀγάπην, τὴν ἐγκράτειαν, τὴν φιλαλληλίαν, τὴν φιλοπτωχίαν. Ἐλεήσωμεν ὀρφανοὺς, χήρας δάκρυον ἀνακόψωμεν, ἐπισκεψώμεθα δεσμίους. Ἀῤῥωστοῦντας ἀνακτησώμεθα ταῖς φιλοφροσύναις, καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἀρετῆς κατορθοῦν σπουδάσωμεν. Οὕτω γὰρ, οὕτως εὐαρεστήσομεν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ βαθείᾳ σαββάτου, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Ἵνα καὶ τοῦτον τὸν καιρὸν ὀρθῶς καὶ μετ' εὐσεβείας διαδραμόντες τῆς τῶν ἁγίων ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
