# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.920

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.920

θεσπισμένα, παρ' οὐδὲν ἐποιοῦντο τὸ εἶναι γνήσιοι. Ἀποσπουδάζοντες δὲ τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν, αὐτόκλητον ταῖς ἑαυτῶν κεφαλαῖς ἐπήντλησαν δίκην. Ἐτράποντο γὰρ ἀνοσίως ἐπί γε τὸ δεῖν τὴν ἀπόῤῥητον καὶ ὑπερφυᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ περιορίσαι δόξαν. Εἴδωλά τε διατορνεύσαντες ἐναπέθεντο ταῖς ἑστίαις, ὡς καὶ αὐτὸν τάχα που λαθεῖν δυνάμενοι τὸν παντεπόπτην Θεόν. Ἀλλ' εἰς ἀφόρητον αὐτοῖς ἐκβέβηκε τὸ χρῆμα ζημίαν. Ἔφη δὲ οὕτως ὁ θεσπέσιος προφήτης Ἰεζεχιήλ· «Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον, καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧσδε σήμερον. Καὶ εἰσῆλθον καὶ εἶδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους μάταια βδελύγματα. Καὶ εἶδον πάντα τὰ εἴδωλα Ἰσραὴλ, διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ. Καὶ ἑπτὰ ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, καὶ Ἰεχονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἰστήκει πρὸ προσώπου αὐτῶν. Καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. Καὶ εἶπε πρός με· Ἑώρακας, υἱὲ ἀνθρώπου; Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ τοῦτο ποιεῖν, τὰς ἀνομίας ἃς πεποιήκασιν ὦδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἐπέστρεψαν τοῦ παροργίσαι με, καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδ' οὐ μὴ ἐλεήσω.» Οὐ γὰρ ἦν οὕτως ὄντας ἑτερογνώμονας, ὑβριστάς τε καὶ ἀνοσίους καὶ ἀποστάτας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ταῖς ἁπασῶν ἐσχάταις ἁλῶναι δίκαις. Ἀπολώλασι γὰρ, τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι. Καὶ δεδουλεύκασιν ἐχθροῖς, καὶ πέρα πάσης γεγόνασι συμφορᾶς. Οὐκοῦν ὅταν ἐπαμφοτερίζωσί τινες, καὶ τοὺς εἰς Θεὸν εἰλικρινοῦς ἀγάπης ἀτιμάζωσι τρόπους, ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, τότε καὶ Θεὸς ἐφίησι, καὶ πολεμίων ἐφόδοις καταχειμάζεσθαι χώρας τε καὶ πόλεις, καὶ ἀνιαροῦ παντὸς εἰς πεῖραν ἐλθεῖν. Δεῖ δὴ οὖν ἄρα θεραπεύειν αὐτὸν, ἀκλόνητον ἔχοντας πίστιν, καὶ βεβηκότα τὸν νοῦν εἰς τὴν ἐπ' αὐτὸν τιμήν τε καὶ δόξαν. Περὶ γὰρ τῶν ἑτέρως διακειμένων, ἀληθεῦον ἐρεῖ τὸ διὰ φωνῆς Ἡσαΐου· «Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.» Ἀκούσονται δὲ λέγοντος τοῦ Χριστοῦ· «Οὐαὶ ὑμῖν, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι· ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.» Ἀρκέσει γὰρ ἥκιστά γε πρὸς εὐκλείας δύναμιν ἀληθοῦς τοῖς εὖ βιοῦν ᾑρημένοις τὸ τοῖς μὲν ἔξωθεν ὡραϊσμοῖς ψιλοῖς τε καὶ μόνοις κατακαλλύνεσθαι φιλεῖν, ὀλίγον δὲ κομιδῇ τῆς εἰς Θεὸν ἀγάπης ποιεῖσθαι λόγον. Καίτοι χρῆν δὴ σπουδῆς ἀξιοῦν ἐπείγεσθαι τῆς προὐργιαιτάτης, τὸ ἀραρὸς εἰς εὐσέβειαν καὶ ἀκλόνητον πίστιν. Δι' οὗ μάλιστα τῆς ἄνωθεν εὐμενείας τὴν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
