# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.933

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.933

ἀξιόκτητα, καὶ τῶν εἰς λῆξιν ἐπαίνων οὐκ ἀμοιρεῖν εἰωθότα, καταμωμήσῃ καὶ τοῦτο, καὶ οὐδὲν εἶναι τὸ χρῆμα ἐρεῖς; Πρὸς δὴ ταῦτα φαίην ἂν, ὡς ἀρκέσει βοῶν ὁ θεσπέσιος Ἰωάννης· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου.» Ἄθρει δὴ οὖν ὅπως Πνεύματος ἁγίου μέτοχος ὢν, τὴν τῶν ἐπιγείων ἀπόλαυσιν μέχρι τριῶν συνεμέτρησε πραγμάτων, ἄριστα φιλοσοφῶν. Σαρκὸς γὰρ ἐπιθυμίαι, γαστρός εἰσι κόροι, καὶ τὰ τῶν ὀψοφαγιῶν ἡδύσματα, καὶ ἡ τούτοις ἑπομένη νῦν ἀεί πως σύνδρομος ἀκαθαρσία. Ὀφθαλμῶν γε μὴν ἡδοναὶ καὶ τέρψεις, ἡ τῶν ἐσθημάτων παμποίκιλος θέα, εὔχροιά τε καὶ λαμπρότης ὑλῶν, ἃς ὁ πλοῦτος ἀγαπᾷ· ἀλαζονείαν δὲ τοῦ βίου φησὶ τὴν τῶν ἀξιωμάτων ὑπεροχὴν, καὶ τὸ εἰρημένον ὑψοῦ κατά γε τιμὴν καὶ δόξαν. γʹ. Φέρε δὴ οὖν τοῦ βίου τὸ μῆκος διαμετρήσαντες, καὶ εἰς τὸ ἑκάστου πέρας τὸν τῆς διανοίας ὀφθαλμὸν κατατείνοντες, ὅποι ποτὲ διελάσει τοῖς πλουτοῦσι τὸ χρῆμα, κατασκεψώμεθα. Ἔφη τις τῶν ἁγίων, ὅτι «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.» Γράφει δὲ καὶ ἕτερός τις· «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Ὅτε τοίνυν ὁ μὲν τοῦ βίου χρόνος συνεσταλμένος οὕτω καὶ βραχὺς, τὸ δὲ πέρας οὐκ ἔχει τὸ δύνασθαι πλουτεῖν· πῶς οὐκ ἄμεινον ἐναργῶς ἱερῶν ἡμᾶς ἀντέχεσθαι σπουδασμάτων, καὶ ἀναπόβλητον ἔχειν τὸν πλοῦτον, σεσωρευμένον ἐν οὐρανοῖς, «ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι, καὶ κλέπτουσι,» κατὰ τὴν τοῦ Κυρίου φωνήν; Φέρε τι βραχὺ καὶ ἐκ τῶν εὐαγγελικῶν παραγάγωμεν πραγμάτων, οὐκ ἀσυντελὲς εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔφη που Χριστός· «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἄφρων, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;» Ὢ παραδόξου πράγματος. Στενοχωρεῖται πλουτῶν, φορτικωτέραν ἐπὶ πολλοῖς εἰσδέχεται τὴν φροντίδα. «Τί ποιήσω;» φησί· τῷ πλούτῳ προσνέμει τὰς τῇ πτωχείᾳ πρεπούσας φωνάς. Ποῦ σωρεύσω τὰ ἀγαθά μου; Πολυκτήμων ὁ πλούσιος· εὔφραναν αὐτὸν, ἀγροὶ μὲν κομῶντες ἄδην, ἀριθμοῦ δὲ κρείττονες οἱ ἀμῶντες αὐτοὺς, ἢ τάχα που καὶ εὐστάφυλος ἀμπελὼν, οἴνῳ μεθυούσας τὰς ληνοὺς ἀποφαίνει. Οὐκοῦν, ὦ πλούσιε, πάντα μὲν ἔχεις ἀμφιλαφῶς· λείπει δέ σοι ζωή. Τίνι δὴ οὖν ἃ ἡτοίμασας ἔσται; Βέλτιον δέ σε «ποιεῖν κρῖμα καὶ δικαιοσύνην καλὴν,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, καλὴν δὲ δικαιοσύνην εἶναί φαμεν, τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν, τὴν ἀγάπην,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
