Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.936
Not analysed yet
τὴν φιλαλληλίαν, τὸν τῆς ἀτελευτήτου φλογὸς κατακαυχώμενον ἔλεον. Τιμᾷ γὰρ τοὺς φιλοικτίρμονας ὁ τῶν ὅλων Θεὸς, καὶ ἁπάσης αἰδοῦς ἀξιοῖ τὸν τῆς αὐτοῦ γαληνότητος ἐν ἰδίᾳ ψυχῇ φοροῦντα τὸν χαρακτῆρα. «Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.» Ὥσπερ γὰρ φιλόπαις πατὴρ ἐν ἰδίῳ τέκνῳ, καλῶς ἐκλάμπον τῆς αὑτοῦ μορφῆς τὸ εἶδος ὁρῶν, ἐπιγάννυται τῷ γεγεννηκότι, παραθήγεται δὲ ταύτης ἕνεκα τῆς αἰτίας ἔσθ' ὅτε καὶ πρὸς τὸ ἔτι μειζόνως ἀγαπᾷν· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν τῆς ἐνούσης αὐτῷ ἀγαθότητος λαχοῦσαν τὴν μόρφωσιν, οὐκ ἀκερδὲς αὐτῇ τὸ χρῆμα καθίστησι. Στεφανοῖ γὰρ αὐτὴν ἐλπίδι καὶ χάριτι, καὶ μολυσμοῦ παντὸς ἀποφέρων αὐτὴν, εἰς τὸν τῶν ἁγίων ἀναβιβάζει κλῆρον. Φησὶ γάρ· «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Ἔστω τοίνυν ἐφ' ἡμῖν φιλοικτίρμων ὁ νοῦς, τρυφερὸς καὶ εὐάντητος· ἵνα μὴ σκληροὶ γεγονότες εἰς ἀδελφοὺς, ἀκούσωμεν Θεοῦ λέγοντος ἐπὶ τοῦ φοβερωτάτου βήματος· «Δοῦλε πονηρὲ, οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, καθὼς κἀγώ σε ἠλέησα;» Κατακτησώμεθα δὲ πρὸς τούτῳ, καὶ τὰς ἑτέρας ἀρετὰς, δικαιοσύνην, ἐγκράτειαν, πραότητα, ταπεινοφροσύνην, ἀνεξικακίαν, ἀοργησίαν. Ὅνπερ γὰρ τρόπον οἱ τὰς ἐν τοῖς πίναξιν ἐξησκημένοι γραφὰς, ταῖς τῶν χρωμάτων πολυειδείαις καταμορφούμενοι τὰ ποικίλλοντα, διαφανὲς αὐτοῖς ἐνσημαίνονται κάλλος· οὕτω καὶ πᾶς εἴ τίς ἐστι τεχνίτης εἰς εὐσέβειαν, οὐ διὰ μιᾶς ἀρετῆς, ἀλλὰ διὰ πλείστων ὅσων ἐξωραϊσμένος, ἀρέσει δὴ πάντως τοῖς τῆς θεότητος ὀφθαλμοῖς. Ὁρᾷ γὰρ εἰς νοῦν καὶ καρδίαν, καὶ τῶν ἐν ψυχαῖς ἀνδραγαθημάτων τὸ κάλλος περιεργάζεται. δʹ. Καὶ ταῦτα νυνὶ διειλέγμεθα πρὸς ὑμᾶς, καθάπερ ἀπὸ πηγῶν τῶν θείων τε καὶ εὐαγγελικῶν ἀρυσάμενοι θεσπισμάτων, δι' ὧν εὖ μάλα πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, καίτοι πάλαι τοῖς τῆς φαυλότητος τέλμασιν ὁλοτρόπως ἐμβεβηκότες, καὶ ταῖς τῶν παθῶν προσβολαῖς τυραννούμενοι. «Οὐ γὰρ ἦν ἐν ἡμῖν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν,» κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Οὕτω πεπραχότας ἀθλίως, κατηλέησεν ὁ Δημιουργὸς ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ οὐκ εἰς κενὸν ποιήσας τὴν γῆν, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλ' ἵνα ἔχῃ τοὺς οἰκοῦντας αὐτήν. Ἠλέησε δὲ τίνα τρόπον, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐ-