# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.937

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.937

τοὺς κεκληρονόμηκεν ὅνομα.» Ὁ γὰρ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος, ἡ εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, ὁ σύνθρονος καὶ συναΐδιος Υἱὸς, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἰσότητι καὶ ὁμοιότητι διαπρέπων, γέγονε σὰρξ, τουτέστι, τέλειος ἄνθρωπος· καὶ οὐ μεθεὶς ὅπερ ἦν (ἀμήχανον γάρ· ἔνεστι γὰρ αὐτῷ φυσικῶς τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν), ἐν προσλήψει δὲ μᾶλλον γεγονὼς σαρκὸς καὶ αἵματος, καὶ τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, ὁ κατὰ φύσιν καὶ ἀληθῶς ἐλεύθερος, ἅτε δὴ καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἐκπεφυκὼς, ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος (ὑποκάθηται γὰρ τὴν τοῦ ποιήσαντος δόξαν τὰ ἐξ οὐκ ὄντων ἐνηνεγμένα πρὸς τὸ εἶναί τε καὶ ὑφεστάναι), ἄνθρωπος γεγονὼς, καὶ οὐκ εἰς ἄνθρωπον ἐλθὼν, ἤγουν ἄνθρωπον ἑαυτῷ συνάψας, κατὰ τήν τινων εἰκαιοβουλίαν, οὐδεὶς ἧττον ἦν, ὡς ἔφην, ἐν ταῖς τῆς ἰδίας θεότητος ὑπεροχαῖς· πλὴν συνανεστράφη τοῖς ἐπὶ τῆς γῆς, ὡς εἷς ἐξ ἡμῶν· οὐ γὰρ ἦν δύνασθαί τινα γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότητος δόξῃ προσβαλεῖν. «Οὐδεὶς γὰρ ὄψεται, φησὶν, [ἰδεῖν] τὸ πρόσωπόν μου καὶ ζήσεται.» Εἰ γὰρ τῆς ἡλίου βολῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἄν τις λάβοι τὸ σέλας (ἐγκόπτεται γὰρ ἡ τῆς ὀπτικῆς αἰσθήσεως δύναμις, καὶ παραχωρεῖ τὸ νικᾷν ταῖς τοῦ φωτὸς ἀφορήτοις ἐμβολαῖς), πῶς ἦν ἐνεγκεῖν γυμνῇ πρὸς ἡμᾶς ἀφιγμένον τῇ τῆς θεότητος δόξῃ τὸν Υἱόν; Οὐκοῦν περιστείλας εὖ μάλα, καὶ ὡς οἶδεν αὐτὸς, τῆς ἐνούσης αὐτῷ λαμπρότητος τὸ ἀπρόσιτον φῶς, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, συνεπτώχευσεν ἡμῖν, ἵνα θεσμοῖς ἰδίοις ὑπενεγκὼν, εὐθὺ μὲν ἁπάσης ἀρετῆς ἀναπείσῃ τρέχειν, ἀπονιψαμένους δὲ τῇ παρ' αὐτοῦ χάριτι τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ῥύπους, ἑαυτῷ συνάψῃ δι' ἁγιασμοῦ. Νενομοθέτηκεν γοῦν, οὐ καθὰ τοῖς πάλαι Μωσῆς, τὰ ἐν τύποις καὶ σκιαῖς· μεταπλάττων δὲ μᾶλλον ἐκεῖνα πρὸς τὸ ἐναργέστερον, καὶ μεθιστὰς εἰς ἀλήθειαν τὰ τοῖς ἀρχαίοις αἰνιγματωδῶς διηγορευμένα, κέκληκε πρὸς τὴν διὰ πίστεως χάριν, καὶ πρό γε τῶν ἄλλων τὸν Ἰσραήλ. Οἱ δὲ, καίτοι δέον προσήκασθαι μὲν τῶν δι' αὐτοῦ κηρυγμάτων τὴν ὄνησιν, ἑλέσθαι δὲ κατακολουθεῖν αὐτῷ, καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἁρπάσαι τὴν μέθεξιν, πίστει τε τιμῆσαι τὸν δι' ἡμᾶς γενόμενον καθ' ἡμᾶς, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ἐπεπήδων δὲ θηριοπρεπῶς, ἀσύφηλόν τινα καὶ ψυχρὸν ἐκ παραπαίοντος νοῦ προϊέντες λόγον. Ἔφασκον γὰρ, ὅτι «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Ἀσύνετε Φαρισαῖε, οὐκ ἐπείθου λέγοντός τινος τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡ Παρθένος ἐν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
