Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.940
Not analysed yet
γαστρὶ ἔξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ;» τοῦτο δέ ἐστι, Μεθ' ἡμῶν ὁ Θεός· μεθ' ἡμῶν γὰρ γέγονεν, ὅτε πέφηνε καθ' ἡμᾶς. Οὐκ ᾔδεις βοῶντα τὸν θεσπέσιον Δαβίδ· «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται;» Εἶτα πῶς ἦν ἐμφανῶς ὀφθῆναι Θεὸν τοῖς ἐπὶ γῆς, ὅς ἐστιν οὐχ ὁρατός; Ἀλλ' ὤφθη μετὰ σαρκὸς, ὅτε, καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς (ἅτε δὴ καὶ ἐκ τοῦ πάντων ἐπέκεινα), θεοπρεπῶς ἀναλάμψας, καὶ γεγενημένος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὡς ἔφην, οὔτε μὴν, κατά γε τάς τινων ἀθυροστομίας, ἄνθρωπον ἑαυτῷ συνῆψεν· ἀλλ' αὐτόχρημα γέγονεν ἄνθρωπος παραδόξως ὑπὲρ νοῦν, καὶ γέγονεν ἐν δούλου μορφῇ, καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ πάντα πληρῶν, καὶ εἰς τὴν ἡμῶν ταπείνωσιν ὁ ὑπέρτατος, καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ὁ ὑπεράνω πάσης Ἀρχῆς, Κυριότητός τε καὶ Θρόνων καὶ Ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Μὴ τοίνυν ἐγκάλει, λέγων· «Διατί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ἀλλ' ἔκ γε τῶν ἐναντίων ἐξαίσιον δέχου τὸ θαῦμα, καὶ τὸ τῆς οἰκονομίας εὐτεχνὲς ταῖς εἰς λῆξιν εὐφημίαις κατακροτεῖ, λέγων· Πῶς δὴ ἄρα, Θεὸς ὢν φύσει, γέγονας ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; Τότε γὰρ ἦν εὑρεῖν τὸν προφήτην Ἀββακοὺμ τοὺς ἐπὶ τῷδε τῷ θαύματι μερισάμενον λόγους, καὶ δὴ καὶ βοῶντα· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Ἴσθι δὴ οὖν, ὅτι κἂν ἄνθρωπον βλέπῃς ἐν πτωχείᾳ τῇ κατὰ σὲ, διὰ σὲ, ἀλλ' οὖν ἔστι καὶ οὕτω Θεὸς, γεννηθεὶς μὲν ἐκ Πατρὸς θεϊκῶς, ἐκ δέ γε τῆς ἁγίας Παρθένου κατὰ τὴν σάρκα, ξένως τε καὶ παραδόξως. Ἔδει γὰρ αὐτοῦ καὶ τὴν κατὰ σάρκα γέννησιν ὁρᾶσθαι καινοπρεπῆ. Οὐκοῦν καλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον ψόγοις τε καὶ λοιδορίαις τῶν ἀπίστων τινές. Καὶ προσέτι τούτοις πᾶσαν ὥσπερ ἀνέντες ἡνίαν τῷ θράσει καὶ τοῖς κατ' αὐτοῦ τολμήμασι, καὶ εἰς λῆξιν τοῦ παντὸς ἰόντες κακοῦ, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἐξήρτυον δὲ τὴν πάγην οἱ τῶν Ἰουδαϊκῶν ταγμάτων καθηγηταί. ᾬοντο γὰρ ὅτι, βαλόντες ἐκ μέσου τὸν κληρονόμον, κατάρξουσιν ἔτι τῆς συναγωγῆς αὐτοί. Ἀλλ' ἐσφάλλοντο τ' ἀληθοῦς, καὶ συμβέβηκεν αὐτοῖς τὰ τῆς ἐλπίδος ἐξ ἀντιστρόφου. Κακοὶ γὰρ κακῶς ἀπολώλασιν, ἀδικήσαντες μὲν οὐδὲν τὸν σταυρούμενον. Ἀνεβίω γὰρ οὐκ εἰς μακρὰν, τοῖς τοῦ θανάτου δεσμοῖς ἐῤῥῶσθαι φράσας, καὶ τοῖς κάτω πνεύμασιν ἀναπετάσας τὰς ᾅδου πύλας, ἀναμορφώσας δὲ καὶ τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ καὶ πρώτῳ, εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. Ὥσπερ γὰρ ἀπέθανε μὲν ἐν Ἀδὰμ, τῆς ἐπ' ἐκείνῳ δίκης εἰς ἅπαν τὸ ἐξ αὐτοῦ δραμούσης γένος· οὕτως ἐζήσαμεν ἐν Χριστῷ. Ῥίζα γὰρ ὢν δευτέρα τῆς ἀνθρωπότητος, καὶ δεύτερος Ἀδὰμ, παραπέμψει τὴν ἑαυτοῦ ζωὴν εἰς πάντας ἀνθρώπους. Καὶ γὰρ ὥσπερ ἐν Ἀδὰμ ἡ