# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.941

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.941

φύσις ἦν, ἡ παθοῦσα τὴν ἀρὰν καὶ τὴν τοῦ θανάτου δίκην, οὕτω πάλιν ἐν Χριστῷ ἡ ἀνθρώπου φύσις ἐστὶν, ἡ εὐλογηθεῖσα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δι' αὐτοῦ καὶ θανάτου κρείττων ἀποπεφασμένη. Πέπονθε τοίνυν ἑκὼν σαρκὶ τῇ ἰδίᾳ, καὶ μεμένηκεν ἀπαθὴς τῇ ἰδίᾳ φύσει. Αὐτοῦ δέ φαμεν εἶναι τὸ παθεῖν. Τὸ γὰρ ἴδιον αὐτοῦ πέπονθε σῶμα, ἵν' ἡμᾶς ἐξαγάγῃ σοῦ παθεῖν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,» κατὰ τὸ γεγραμμένον. Πατήσας δὲ τοῦ θανάτου τὸ κράτος, καὶ κατορθώσας τῷ κόσμῳ τὴν ζωὴν, καὶ τὸ τῆς ἁμαρτίας παραλύσας κράτος, καὶ καθελὼν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τὰς ἐν αὐτῷ πονηρὰς δυνάμεις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ τοῖς ὑπερτάτοις ἐμπρέπει θρόνοις, εἰς τὴν ἔμφυτον αὐτοῦ καὶ ἀεὶ προσοῦσαν δόξαν ἀναδραμὼν, ἥξει τε κατὰ καιρούς· ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς, «Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἕργα αὐτοῦ.» εʹ. Ὡς οὖν στησόμενοι κατὰ καιροὺς ἐπὶ τοῦ θείου βήματος, ἔνθα τῶν ἑκάστῳ βεβιωμένων ἀκριβὴς ἕσται βάσανος, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελέσωμεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ,» προσεπάγοντες τούτῳ τὸν περὶ τοὺς δεομένους ἔλεον, τὴν εἰς ἀδελφοὺς ἀγάπην, καὶ ἁπαξαπλῶς πάντα τρόπον καυχημάτων ἁγιοπρεπῶν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ δεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ ἁγίου καὶ σωτηριώδους Πάσχα ἀπὸ πεντεκαιδεκάτης τοῦ Φαρμουθὶ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ μιᾷ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τοῦτον τὸν καιρὸν, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΚΗʹ. Προθεωρία. Ἠθικὴν ὑφήγησιν ὁ λόγος ἡμῖν εἰσφέρει, καὶ πολιτείας ποιεῖται μνήμην, ἥπερ ἂν πρέποι τῆς εὐκοσμίας ἐρασταῖς, καὶ οἷς ἂν ἐν λόγῳ κέοιτο τὸ διαβιῶναι λαμπρῶς. Ὁ δὲ τοῦ συγγεγραφότος σκοπὸς οὐκ εἰς τὸ ἐπαινεῖσθαι βλέπει, ἀλλ' εἰς ὄνησιν ὁρᾷ τῶν συνειλεγμένων. αʹ. Οἱ μακάριοι προφῆται, τοὺς ἄνωθεν ἡμῖν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, οὕτω πού φασιν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.« Ἃ γὰρ ἂν γένοιτο πρὸς καλοῦ τισιν εἰς πέρας ἐκβαίνοντα, ταῦτα τοῖς οὖσιν ἐν ἐλπίδι τοῦ λαβεῖν ὡς αὐτίκα δὴ μάλα παρέσονται, λέγειν οὐκ ἀτερπές. Ἐνήσει μὲν γὰρ ταῖς εἰς λῆξιν ἡμᾶς εὐθυμίαις παρόντα τε ἤδη καὶ ὁρώμενα, μέλλοντα δὲ λυπεῖ τοὺς οἵπερ ἂν εἶεν αὐτῶν ἐρασταί. Γνώμης δὲ οὕτως

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
