# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.944

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.944

ἔχουσιν ὑμῖν, καὶ τὸ ἐν μεθέξει γενέσθαι τῶν πνευματικῶν ἀγαθῶν, τῶν ἄλλων ἁπάντων προτεθεικόσι, φέρε τὴν ἁγίαν καὶ πάναγνον ἡμῶν ἑορτὴν ὡς ἀναλάμπει μετὰ βραχὺ, καὶ κατὰ πόδα δραμεῖται τῶν λόγων, προσαπαγγέλλωμεν. Ἥξει μὲν οὖν, ἥξει, καὶ οὐκ εἰς μακράν· προάγγελος δὲ ὥσπερ τῆς αὐτῇ πρεπούσης σεμνότητος νηστείας ἡμῖν ἀνίσχει καιρὸς, μονονουχὶ διακεκραγὼς καὶ λέγων τὰ δι' ἑνὸς τῶν ἁγίων ἀποστόλων· «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἕργα αὐτοῦ.» Δεῖ γὰρ ἡμᾶς, ἁπάσης φαυλότητος ῥύπον ἐκνενιμμένους, καὶ ἀμείνους ὄντας αἰσχρᾶς ἡδονῆς, καὶ ζωῆς τῆς ἐκ νόμων διαβεβλημένης ἀποφοιτήσαντας, ἁπάσης μὲν ἀρετῆς μεταποιεῖσθαι φιλεῖν, τῇ δὲ τῆς εὐζωΐας φαιδρότητι διαπρέποντας, καθαροὺς ἑαυτοὺς παραστῆσαι τῷ ἐπὶ πάντας Θεῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς διὰ τοῦ πανσόφου Μωσέως· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἐν τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐν τῇ ἑορτῇ τῶν Ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν Ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγίας.» Τὸ μὲν οὖν ἐποπτίας ἀξιοῦσθαι τῆς ἄνωθεν, καταλογίσαιτο ἂν, οἶμαι, τὶς οὐκ ἐν σμικρῷ λόγῳ, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον εἶναι πιστεύσειεν, εἴπερ ἐστὶν ἐν καλ[λ]ῷ φρενός· τῷ γὰρ ἐφορᾶσθαι παρὰ Θεοῦ, τί ἂν γένοιτο τὸ ἰσοστατοῦν; Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Ἕψεται γὰρ πάντως τὸ ἐλεεῖσθαι δεῖν τοῖς ἐποπτείας ἠξιωμένοις. Ἑκάστης γε μὴν ἑορτῆς πολυπραγμονήσαντες τὰς αἰτίας, θησαυρὸν ἐννοιῶν θησαυρίσωμεν οὐκ ἀσυντελῆ πρὸς ὄνησιν ταῖς ἑαυτῶν ψυχαῖς. Ἡ μὲν γὰρ τῶν Ἀζύμων ἑορτὴ, πρόφασιν ἔχει τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν λύτρωσιν, ὅτε καὶ ἐν τῷ πρώτῳ καθ' Ἑβραίους μηνὶ τὸν ἀμνὸν ἱερεύσαντες εἰς τύπον Χριστοῦ, καὶ ἀζύμους ἄρτους ἐσθίοντες ἐπ' αὐτῷ, τῆς σκαιότητος τῶν Αἰγυπτίων ἀπελύσαντο τὸν ζυγὸν, καὶ τῆς ἀσυνήθους θητείας τὸ πικρὸν καὶ δύσοιστον ἄχθος ἀποπεμψάμενοι, τῶν περὶ γῆν καὶ πλινθείαν ἀπηλλάττοντο πόνων, καὶ τυραννικῆς ὠμότητος ἀποτρέχοντες, ἐλευθέρῳ θελήματι Θεῷ λατρεύειν ἐσπούδαζον. Ἡ δέ γε τῶν Ἑβδομάδων πανήγυρις, ἐπὶ θερισμῷ πυρῶν ἐπράττετο καὶ καρπῶν ἑτέρων, οἷς τὴν ἅλω χαίροντες πιμπλῶσι γηπόνοι, τὰ ἐξ ἀγρῶν συλλέγοντες, καὶ τῶ ἐπ' ἀρότροις ἱδρώτων λιπαρωτάτην ἔχοντες τὴν ἀντέκτισιν. Ἡ δέ γε τρίτη, τουτέστιν, ἡ ἐπὶ ταῖς σκηναῖς, ἤγουν τῆς Σκηνοπηγίας, ἐπὶ συντελείᾳ πόνου παντὸς, καὶ ὡς ἤδη σεσωρευμένης ἐν θησαυροῖς πολυειδοῦς εὐκαρπίας, ἐτελεῖτο μετ' εὐθυμίας. Πάντα γὰρ ὥσπερ ἱδρῶτα διαπεράναντες τῶν τοῖς γηπονεῖν εἰωθόσιν ἐπηρτημένων, ἐδέχοντο μὲ κάλυντρα φοινίκων, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἄγνου, καὶ ἰτέας· εἶτα διαπλέκοντες τὰς σκηνὰς, ἀνειμένοι τε καὶ ἁβροδίαιτοι,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
