# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.949

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.949

καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Τίνα δὲ τρόπον καὶ τοῦτο κατορθώσωμεν, διαδείξει λέγων ὁ Χριστοῦ μαθητής· «Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν τῆς διανοίας, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ ὑμεῖς ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· γέγραπται γὰρ, ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.» Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, ῥυπῶντας καὶ μεμολυσμένους, ἐγγὺς γενέσθαι τοῦ πανάγνου Θεοῦ. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» κατὰ τὸ γεγραμμένον. δʹ. Ἔχεις εἰκόνα τοῦ πράγματος τὸν ἱεροφάντην Μωσῆν. Ἐν γάρ τοι τῷ ὄρει Χωρὴβ προβάτων ἀγέλας διαποιμαίνοντι πῦρ ἀπαστράπτον ἐν βάτῳ παραδόξως διεφαίνετο, καὶ κατεβόσκετο μὲν τὸν θάμνον ἡ φλὸξ, ἀδικοῦσα δὲ ὅλως οὐδὲν (κατεπίμπρη γὰρ οὐδαμῶς), μέγα καὶ ἐξαίσιον ἐποίει τὸ θαῦμα· προσῄει δὴ οὖν, τί τὸ χρῆμα τοῦ παραδόξου θεάματος, πολυπραγμονῶν ὁ Μωσῆς. Ἦν δὲ ἄρα Θεὸς ἐν εἴδει πυρὸς ἐνιζήσας τῷ βάτῳ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερὸν, ὅτι ἐκάλεσε Κύριος ἐκ τοῦ βάτου τὸν ἄνθρωπον, λέγων· «Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Φαίη δ' ἂν πρὸς τοῦτο, οἶμαι, τίς· Ὁποῖος γὰρ ἂν μολυσμοῦ νοηθείη τρόπος τὸ ὑποδεδέσθαι τοὺς πόδας; ἢ πῶς ἀκάθαρτος ὁ Μωσῆς σανδάλων ἕνεκα καὶ δερμάτων; Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ῥύπος μὲν οὐδεὶς ἀνθρώπων ψυχαῖς ἐγγένοιτο ἂν ἐξ ὑποδημάτων. Ἐπειδὴ δὲ ἦν ἐν Αἰγύπτῳ Μωσῆς, νενόμιστο δὲ παρὰ τοῖς αὐτόχθοσι τὸ μὴ χρῆναί τινας τοῖς τῶν εἰδώλων τεμένεσιν ἀπερισκέπτως ἐπιφοιτᾷν ἐνηρμοσμένων αὐτοῖς τῶν ὑποδημάτων, ἃ καὶ ζώων εἰσί τε, καὶ μολυσμὸς τὸ χρῆμα, καὶ ἕτερον οὐδὲν ἦν παρ' ἐκείνοις, ταύτῃτοι καὶ ὁ τῶν ὅλων Θεὸς ἀπροφάσιστον ἑαυτὸν ἀποφαίνων τοῖς οὔπω κεκαθαρμένοις, ὡς ἀπό γε τῆς κατ' Αἴγυπτον συνηθείας, εἰς πνευματικὴν ἀποκάθαρσιν τὸν ἱερὸν ἐκάλει Μωσέα, λέγων· «Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἔστηκας, γῆ ἁγία ἐστί.» Χρῆναι γὰρ οὕτω γέ φημι τοὺς τῷ παναγίῳ Θεῷ λατρεύοντας, νεκρῶν ἔργων ἀποφοιτᾷν, οὔτε τε τῶν εἰς φθορὰν καὶ βεβήλωσιν ἐπιτηδευμάτων ἀπηλλαγμένους ἐγγίζειν αὐτῷ, κατ' οἰκειότητα δέ φημι τὴν πνευματικήν. Ἔργα δὲ νεκρῶν θεῖεν ἂν φιληδονίαι σαρκικαὶ, κῶμοι καὶ μέθαι, καὶ σεμνότητος ἁπάσης ἐρήμη ζωὴ, λημμάτων αἰσχρῶν ἔφεσις, ἁρπαγαὶ καὶ πλεονεξίαι, θυμοὶ καὶ τὰ ἐξ αὐτῶν, καταλαλιαὶ καὶ ὑπεροψίαι, καὶ ἁπλῶς τὰ δι' ὧν ἄν τις ἀπολισθήσειε τῆς εἰς αἰῶνα ζωῆς, τοῖς τῆς ἁμαρτίας βρόχοις ἐνειλημμέ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
