# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.952

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.952

νος, καὶ πολυτρόπου φαυλότητος αἰτιάμασιν ἔνοχον τὴν ἑαυτοῦ καταστήσας κεφαλήν. Τῶν τοιούτων ἡμᾶς ἀῤῥωστημάτων ἀποφέρει λέγων ὁ Χριστοῦ μαθητής· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τὸν αἰῶνα.» Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος τοῖς τὴν εὐκλεᾶ πολιτείαν κατορθοῦν ᾑρημένοις· «Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, ἀλλὰ μᾶλλον εὐχαριστία.» Τῆς οὕτω κεκαθαρμένης καὶ ἐξαιρέτου ζωῆς τὴν ὁδὸν προανετύπου μὲν πάλαι καὶ ὁ Μωσέως νόμος, διὰ σκιᾶς καὶ τύπων προαναγράφων ἡμῖν τὸ Ἐμμανουὴλ, ἤτοι τῶν δι' αὐτοῦ θεσπισμάτων τὸ εἰλικρινὲς καὶ σωτήριον φῶς. Ἀνέλαμψε δὲ νυνὶ καθαρῶς ἡ ἀλήθεια. Γέγονε γὰρ καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ εὐθὺ πάσης ἀρετῆς ἰέναι διδάξας, υἱοὺς ἀποφήνῃ Θεοῦ. Καθῆκε γὰρ ἑαυτὸν, ὡς ἔφην, εἰς τὰ ἡμῶν, ἵν' ἡμεῖς τὰ αὐτοῦ κερδάνωμεν, ἐπεί τινα τρόπον τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν. Εἰ μὴ γὰρ συνεπτώχευσεν ἡμῖν αὐτὸς, καθεὶς ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, οὐδ' ἂν ἡμεῖς τὸν αὐτοῦ πλοῦτον ἐσχήκαμεν, τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἰδικῶς υἱότητα δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ κερδαίνοντες. Ἀλλ' ἦν ἀσύνετος Ἰσραήλ. Οὐκ ἐπέγνω μετὰ σαρκὸς παρόντα τὸν Λυτρωτὴν, καίτοι τοῦ πανσόφου Μωσέως πολυτρόπως αὐτὸ προανατυποῦντος τὸ μυστήριον. Ἔφη γοῦν ὁ Χριστὸς, τὸ πολὺ λίαν ἀσύνετον καὶ ἀπειθὲς ἐγκαλῶν αὐτοῖς· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν καὶ αὐτῶν ταῖς ἀπειθείαις καταλυπήσαντες τὸν ἰθύνοντα νόμον, μεμενήκασιν ἐν σκότῳ, καὶ φωτὸς ἀμέτοχοι παντελῶς τοῦ θείου γεγόνασι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν περὶ αὐτῶν εἰρημένον. Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Πλεισταχοῦ δὲ τὸν Κύριον εὑρήσομεν ἐπιφωνοῦντα αὐτοῖς, καὶ λέγοντα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς·» καὶ πάλιν, «Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα.» Ἵνα δὲ καὶ ἀπροφάσιστον αὐτοῖς καταστήσῃ τὴν ἄγνοιαν, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, θεοπρεπῆ καὶ ὑπερκόσμιον τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐπίδειξιν ἐποιεῖτο πανταχοῦ. Τί γὰρ τὸ ἐπέκεινα καὶ λόγου καὶ θαύματος οὐ κατορθώσας ὁρᾶται; Καὶ γοῦν ἔφη πρὸς αὐτούς· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἀόρατον μὲν γὰρ κατὰ φύσιν ἰδίαν τὸ Θεῖόν ἐστι. Γέγραπται γάρ· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Γινώσκεται δὲ πρὸς ἡμῶν κατά γε τὸ ἐφικτὸν, ἔκ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
