# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.953

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.953

τε τῆς μεγαλουργίας καὶ τῆς ἀφράστου δυνάμεως καὶ ὑπερτάτης ὑπεροχῆς. Διακηρύττει δὲ καὶ ἡ κτίσις αὐτόν· ψάλλει γοῦν ὁ Δαβίδ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος γέγραφε περὶ αὐτοῦ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Οὐκοῦν ἐξ ἰσχύος τῆς ἄγαν καὶ θεοπρεποῦς, καὶ πάντα λόγον ὑπερηρμένης, ἔνεστί πως τὴν περὶ τῆς ἀῤῥήτου θεότητος δέχεσθαι γνῶσιν. Ἐπέφανε δὲ τῷ κόσμῳ μετὰ σαρκὸς ὁ πάντων δημιουργὸς Θεὸς Λόγος, οὐχ ἵνα τὴν οὖσαν ἀφανίσας γῆν, ἑτέραν ἡμῖν εἰς τὸ παρὸν ἀναδείξῃ καινὴν, οὔτε μὴν ἴνα ἑτέρους οὐρανοὺς ἐργάσηται, τοὺς ὄντας νῦν περιελὼν, ἢ καινοπρεπὲς καὶ ἀδόκητον περὶ τὸν ἡλίου κύκλον ἀποτελέσῃ, καὶ καινουργήσῃ περὶ τὴν ὁρωμένην κτίσιν· ἀλλ' ἵνα ἡμᾶς κειμένους ὑπὸ πόδας διαβολικοὺς, καὶ διὰ τῆς ἁμαρτίας κατενηνεγμένους εἰς φθορὰν, μεταχαλκεύσῃ πρὸς ἀφθαρσίαν, ἁγίους τε καὶ ἀμώμους ἀποφήνῃ, τοῖς ἐξ ἡμερότητος νεύμασι παντὸς ἀπαλλάξας ῥύπου, καὶ ταῖς τῆς ἀμωμήτου ζωῆς ἐμβήσας τρίβοις. Ἐπειδὴ δὲ ἦν καθ' ἡμᾶς ἄνθρωπος ὁρώμενος οἰκονομικῶς (ὡς γὰρ ὁ προφήτης φησὶ, «Ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη»), διὰ τού [του] φανερὸν ἡμῖν καθιστὰς ἑαυτὸν, ὅτι τε εἴη Θεὸς, καὶ Υἱὸς κατὰ ἀλήθειαν τοῦ Θεοῦ καὶ Πατρός· εἰργάζετο τὰ αὐτοῦ, ὁμοφυᾶ τε καὶ ἰσουργὸν αὑτὸν ἀποφαίνων τῷ ἰδίῳ Γεννήτορι, διὰ τῆς ἴσως ἀπαραλλάκτως ὑπεροχῆς τε καὶ ἐξουσίας ἰὼν ἐθαυμάζετο παρά γε τοῖς ἐγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἀλλ' ἦν καὶ οὕτως ἐξήνιος, καὶ ὁλοτρόπως εἰς ἀπιστίαν ἀπονενευκὼς ὁ ἀπόπληκτος Ἰσραήλ· καὶ γοῦν ἄνω τε καὶ κάτω τὸν ἐν γράμμασιν ἀειλογοῦντες νόμον, προϊσχόμενοί τε τὴν διὰ Μωσέως ἐντολὴν, τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ἀντεφέροντο, λέγοντες· «Ἡμεῖς τοῦ Μωσέως ἐσμὲν μαθηταί. Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» καὶ καθ' ἕτερον δὲ τρόπον ἀτιμάζοντες διετέλουν, καὶ οὐδὲν τῶν ἐκτόπων ἦν, ὃ σεσίγηται παρ' αὐτοῖς· πάντα δὲ ὥσπερ σείοντες κάλων ταῖς ἑαυτῶν δυστροπίαις, καὶ μέτρου παντὸς ἰόντες πέρα, τὸν ἐξ οὐρανοῦ Λυτρωτὴν, τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, τὸν ἀνακαινίζοντα πρὸς ἀφθαρσίαν τοὺς τοῖς τοῦ θανάτου βρόχοις ὑπενηνεγμένους, τὸν ἀρχηγὸν τῆς ζωῆς, θανάτῳ περιβαλεῖν ἐσπούδαζον, λακτίζοντες μὲν εἰς κέντρα, καὶ πῦρ καὶ δίκην τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς, ἐπ' ἀνηνύτοις δὲ σκέμμασιν, ὀμοῦ τοῖς καθηγεῖσθαι λαχοῦσι, δυσσεβῆ συλλέγοντες βουλευτήρια· καὶ γοῦν ἔφασκον, ἐφ' οἷς ἦν εἰκὸς καταπλήττεσθαι τὸν θαυματουργὸν, ἐπ' αὐτοῖς δὴ τούτοις ἑαυτοὺς εἰς ὠμότητα παραθήγοντες, καὶ εἰς ἀκάθεκτον ἤδη πως ἀνακαιόμενοι φθόνον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
