Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.961
Not analysed yet
όντος αὐτοῖς, πλὴν τοῦ ὁρᾶσθαι μόνου; Οἵ γε μὴν τὸ ἐμπορικὸν ἔχοντες ἐπιτήδευμα, πότε τῶν φιλαιτάτων αὐτοῖς λημμάτων ἔσονται μεστοὶ, δεδιότες ἄρα τὸ διαπλεῖν ἔτι, καὶ κύμασιν ὁμιλεῖν, ἢ παντὸς καὶ πόνου καὶ δείματος τὴν φιλοκερδίαν προτάττοντες; Μεμνήσομαι δὲ κἀκείνων οἷς σπούδασμα προὐργιαίτατον τὸ ἐν παλαίστραις εὐδοκιμεῖν. Ὧν καὶ ὁ θεσπέσιος Παῦλος διαμέμνηται λέγων, ὅτι «Πάντα ἐγκρατεύονται, ἵνα φθαρτὸν στέφανον λάβωσιν.» Ὅτε τοίνυν καὶ τῶν καθ' ἡμᾶς πραγμάτων οὐκ ἄν τι πρὸς πέρας εὐκτὸν διελάσαι πώποτε φροντίδος καὶ πόνου δίχα, πῶς ἂν γένοιτο τῶν τῆς ἀρετῆς ὑψωμάτων ἐφικέσθαι τινὰς, μὴ οὐχὶ τὸ χρῆναι τληπαθεῖν ἐκτετιμηκότας, καὶ ἀμάχοις ὥσπερ τοῦ νοῦ ῥοπαῖς εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ προτεθυμημένους; Οὕτω τῆς τῶν ἁγίων ζωῆς τὸ νοητόν τε καὶ ἀξιέραστον κάλλος ταῖς ἑαυτῶν ψυχαῖς ἐναποματτόμενοι, καὶ πνευματικῶς ἐγγράφοντες, τὰς πρὸς Θεὸν ἱκετείας ποιησόμεθα, λέγοντες· «Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν.» Βουλὴ δὲ καὶ θέλημα τὸ παντουργικὸν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτὸν, καί φησιν· «Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς πᾶσαν εἴδησιν ἀρετῆς. Καὶ μή μοι θαυμάσῃς, εἰ βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὠνομάσθαι φαμὲν τὸν Υἱὸν, ὅτε καὶ αὐτὸν εὑρήσομεν τὸ Πατέρα τῇ τοιᾷδε κλήσει τετιμημένον. Ἡ γάρ τοι βουλὴ τὴν σοφίαν δηλοῖ. Γέγραφεν οὖν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος.» Ἀπήγγειλε γὰρ ἡμῖν τὰ περὶ τοῦ ἰδίου Γεννήτορος, καὶ παρέδειξεν ἐναργῶς τῆς ἀνωτάτω παντὸς οὐσίας τὸ ὑπερκόσμιον κάλλος, ἐν ἰδίᾳ φύσει γράφων αὐτόν. «Καὶ γάρ ἐστι εἰκὼν, ἀπαύγασμά τε καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Ἔφη γοῦν, ὅτι «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» —»Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἓν δὲ δὴ πάντως, κατά γε, φημὶ, τὴν ταυτότητα τῆς οὐσίας. Πῶς οὖν κεχρημάτικε παιδίον; ἰσοκλεὴς γὰρ ὑπάρχων τῷ φύσαντι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν θεοπρεπῶν ἀξιωμάτων ἀπαραλλάκτως ἔχων, γέγονεν ἄνθρωπος, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν καθ' ἡμᾶς ἀπόταξιν ἐκ γυναικὸς ὑπομείνας. Πλὴν ἡμῖν «δεδόσθαι» φησὶν ὁ πνευματοφόρος αὐτόν. Οὐ γάρ τοι δι' ἑαυτὸν «κεκένωκεν ἑαυτὸν,» καὶ τὴν καθ' ἡμᾶς ὑπέδυ πτωχείαν, ἀλλ' ἵν' ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν, καὶ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν ἀπονιψάμενοι, τὴν διὰ πίστεως κάθαρσιν δι' αὐτοῦ κερδάνωμεν. Ὡς γὰρ αὐτός φησιν ὁ Υἱὸς, «Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Χρῆμα τοιγαροῦν