# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.964

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.964

σωτήριον ἀληθῶς ἡ πίστις. Δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ παντὸς αἰτιάματος ἐλεύθερον ἀποφήνασα, συνάπτει Χριστῷ, καὶ τῇ τῆς υἱοθεσίας φαιδρότητι στεφανοῖ τὸν ὁλοτρόπως αὐτῷ κολλώμενον, καὶ δι' ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ οὔτι που μᾶλλον τῆς κατὰ τὸν νόμον, ἀλλὰ τῆς ἁγίας καὶ εὐαγγελικῆς. Ἔφη γοῦν τοῖς ἁγίοις ἀποστόλοις· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τοῦ Θεοῦ τῶν οὐρανῶν.» Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον.» Καὶ πάλιν, «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» βʹ. Καὶ πρός γε τοῦτο ἴσως ἐρεῖς· Εἰ μηδὲν ἦν ὅλως ἀπόνασθαι τοῦ νόμου, εἰ τοῖς ἁμαρτίαις ἐνειλημμένοις ἀσυντελὲς εἰς ἅπαν εἰς διακάθαρσιν τὸ τοῖς ἀρχαίοις ἐνιζῆσαι γράμμασι, τί καὶ ὅλως δέδοται τὴν ἀρχήν; Πρὸς δὴ τὰ τοιάδε φαμὲν, ὅτι διηκονήθη μὲν δι' ἀγγέλων μεσολαβοῦντος Μωσέως ὁ ἐν γράμμασι νόμος. Εἰκὼν δὲ τῆς ἀληθείας ἦν καὶ οἱονεί τις μεταμόρφωσις εὐσεβείας διὰ τύπου καὶ σκιᾶς ἀποφέρουσα πρὸς αὐτήν. Γράφει οὖν ὁ ἱερώτατος Παῦλος· «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.» Εὕρημα δὲ καὶ τοῦτο σοφίας τῆς ἄνωθεν, καὶ θεοπρεποῦς εὐτεχνίας ἐπίδειξις ἦν. Ὥσπερ γὰρ οἱ χαλκουργικῆς ἐπιστήμης ἐν καλῷ γενέσθαι σπουδάζοντες, τὴν ἑαυτῶν διαγυμνάζουσι χεῖρα, καὶ οὐκ ἐκ πρώτων εὐθὺς ἐπιχειρημάτων τῆς ἀναγκαίας ὕλης ἁπτόμενοι, κηρῷ δὲ μᾶλλον ἐμμελετῶντες τὴν τέχνην, καὶ τὰ τῶν σκευῶν σχήματα διαπλάττοντες· οὕτω φαμὲν τοῖς τῆς ἀληθείας τύποις πεπαιδαγωγῆσθαι τὸν Ἰσραὴλ, ὡς πρὸς αὔξην ἰέναι κατὰ βραχὺ τοῦ τελέως ἀγαθοῦ. Τοῦτο δὲ ἦν τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἡ διά γε, φημὶ, τῶν εὐαγγελικῶν θεσπισμάτων κεκηρυγμένη. Προσεποίσειε δ' ἄν τις ὀρθοεπεῖν ᾑρημένοις, οὐκ ἀγενῆ τρόπον ἀπολογίας ἕτερον, τοῦ μὴ ἐν ἀρχαῖς τὴν διὰ πίστεως δεδόσθαι χάριν τοῖς ἀνὰν πᾶσα τὴν γῆν, προεισελάσαι δὲ μᾶλλον καὶ προεισβαλεῖν ἀναγκαίως τὴν διὰ Μωσέως ἐντολήν. Βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ κεκράτηκεν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. Ὠμὸς γὰρ ἡμῖν ἐπέκειτο τύραννος τοῖς τῆς σαρκικῆς φιληδονίας τέλμασιν ἐνιεὶς, καὶ εἰς πᾶν εἶδος φαυλότητος κατακομίζων εὐσθενῶς τὸ ἐν ἑκάστῳ θέλημα. Καὶ οὐκ ἦν ἀπολύσασθαι τῆς ἐκείνου πλεονεξίας τὸν ζυγόν. Ἔδει δὴ οὖν, ἔδει τοῖς ἐπὶ τῆς γῆς, πλείστης τε ὅσης καὶ ἀπαραβλήτου λοιπὸν ἡμερότητος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ δικαιούσης τὸν εὐσεβῆ, κολάσεώς τε καὶ δίκης ἔξω τιθείσης αὐτόν. Ἔδει τοῖς ἐντετηγμένον καὶ δυσαπόνιπτον ἔχουσι τὸν ἐκ φαυλότητος ῥύπον, τὴν διὰ τῆς εἰς Χριστὸν πίστεως ἀναλάμψαι χάριν· Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διαφυγεῖν καὶ τῆς ἁμαρτίας τοὺς βρόχους, καὶ τῆς τοῦ διαβόλου

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
