# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.965

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.965

τυραννίδος τὸ ἀπηνές. Ἵνα τῆς διὰ Χριστοῦ χάριτος καὶ φιλοτιμίας μὴ ἀγνοῆτε τὸ μέγεθος, προεισεκομίσθη νόμος, δικαιῶν μὲν οὐδένα παντελῶς, ἐλέγχων δὲ μᾶλλον τὸν τὸ τηνικάδε τὸ ἄῤῥωστον. Ἦν οὖν ἔλεγχος ἁμαρτίας, ἐπαράτους ἀποφαίνων τοὺς ἁμαρτάνοντας. Γέγραπται γὰρ, ὅτι «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά.» Ὅτι δὲ οἷς ἔφην, ἕψεται πάντως τὸ ἀληθὲς, πιστώσεται πάλιν ὁ ἱερώτατος Παῦλος. Γέγραφε γὰρ, «Ὅτι ὁ νόμος, τῶν παραβάσεων χάριν ἐτέθη.» Καὶ πάλιν, «Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Ἀσθενούντων γὰρ τῶν ὑπὸ τὸν νόμον, καὶ πλημμελούντων ἀεὶ, πεπλεόνακε τὸ παράπτωμα. Ἐλέγχοντος τοιγαροῦν τοῦ νόμου τῶν ὑπ' αὐτῷ τὴν ἀσθένειαν, λοιπὸν ἐδέησεν ἀναγκαίως τοῖς ἐπὶ τῆς γῆς τοῦ δικαιοῦντος ἐν πίστει, καὶ οὐκ ἐξ ἔργων νόμου· Χριστὸς δὲ οὗτος ἦν, περὶ οὗ γέγραπται· «Ἔτι μικρὸν, ἕτι μικρὸν ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. Θυσίαν μὲν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησεν ὁ τῶν ὅλων Θεός. Ὁλοκαυτώματα δὲ καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησεν,» ἐπειδὴ δὲ, ὡς αὐτὸς ἔφη Χριστὸς, «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» γʹ. Ταῦτα διδάσκων ἐν συναγωγαῖς διετέλει, προσεπάγων τοῖς λόγοις τὰς θεοσημείας, καὶ τὰ μόνῃ πρέποντα τῇ ὑπὲρ πάντα φύσει, ταῦτα κατορθῶν καὶ λίαν ἀμογητὶ, μᾶλλον δὲ πανσθενεστάτῳ νεύματι. Ἕργον γὰρ ἦν αὐτῷ καὶ τὸ ἐθελῆσαι μόνον. Σκληρὰν δὲ καὶ ἀκαρπῆ τὴν διάνοιαν ἔχοντες κατεφωρῶντο οἱ ἐξ Ἰσραήλ. Ἀντέπραττον γὰρ τοῖς δι' αὐτοῦ θεσπίσμασιν, ὀλίγου μὲν παντελῶς ἀξιοῦντες λόγου τὰς θεοσημείας, ἀποταυρούμενοι δὲ πρὸς ἀκράτους ὀργὰς, καὶ παλιμφήμους ἱέντες φωνάς. Τὸν γάρ τοι καλοῦντα πρὸς ζωὴν, καὶ ἀρετῆς ἅπασιν ἐναστράπτοντα γνῶσιν, Σαμαρείτην ἀπεκάλουν, φάγον τε καὶ οἰνοπότην ὠνόμαζον, καὶ ἐκ πορνείας γεγεννημένον, καὶ τέκτονος υἱόν. Καὶ διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἤθελον ὀρθὰς ἔχειν τοῦ βίου τὰς τροχιάς. Σειραῖς τοιγαροῦν τῶν οἰκείων κατεσφιγμένοι παθῶν, καὶ τῆς φιλοσαρκίας τὸν ῥύπον ἀναπόβλητον ἔχοντες, καὶ λημμάτων οὐχ ὁσίων ἡττώμενοι, τοὺς ἀποφέρει εἰδότας εἰς εὐκοσμίαν οὐ προσίεντο λόγους. Ἠλέγχοντο γοῦν διαῤῥήδην, λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.» Τί οὖν ἄρα πεπράχασιν οἱ φῶς τὸ θεῖον εἰς νοῦν ἔχειν οὐκ ἀνασχόμενοι; Ἐλοιδόρουν, ὡς ἔφην, τὸν καλοῦντα πρὸς ζωὴν, λίθοις ἔβαλ[λ]ον τὸ ἀληθὲς πρεσβεύοντα, καὶ τελευτῶντες ἐσταύρωσαν, ψευδῆ συνθέντες ῥημάτια, καὶ τὸν ἁπάσης ἁμαρτίας ἐλεύθερον, ὑπὸ νόμον ἄγοντες καὶ γραφήν. Οἱ μὲν γὰρ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
