# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.969

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.969

ΛΟΓΟΣ Λʹ. αʹ. Τοῖς τὸ σεπτὸν καὶ θεῖον ἱερουργοῦσι κήρυγμα, τὸ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ Ψάλλοντος λύρας διακελεύεται λέγον· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ.» Νουμηνίαν δέ φασιν ἐν τούτοις τὸν νέον, καὶ οἷον ἀρτιθαλῆ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, «καθ' ὃν τὰ ἀρχαῖα πάντα παρελήλακε, γέγονε δὲ τὰ πάντα καινὰ,» κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Χρὴ τοίνυν ἡμᾶς σαλπίζειν ἐν αὐτῷ, τουτέστιν, εὐσημοτάτην τε καὶ διαπρύσιον ἱέντας ἠχὴν, τοῖς ἁπανταχόσε λέγειν· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Τί δ' ἂν βούλοιτο δηλοῦν τὸ «ἐν τοῖς πυκάζουσι συστῆναι τὴν ἑορτὴν,» διειπεῖν εὖ μάλα πειράσομαι· ἐγήγερται μὲν γὰρ ἡ ἀρχαία σκηνὴ κατὰ τὴν ἔρημον· ἀλλ' ἦν ἐν θέσει διπλῇ· μία μὲν γὰρ ἦν ἡ πρώτη, τὸ τῆς κατὰ νόμον λατρείας ἔχουσα θυσιαστήριον, ἐν ᾗ βουθυτεῖν ἐπετάττοντο, καὶ μηλοσφαγίαις κεχρῆσθαι, καὶ καπνοῖς, οἱ διὰ σκιᾶς ἔτι καὶ τύπων τιμῶντες Θεόν. Δευτέρα δὲ προσευχῆς τῇ πρώτῃ καὶ ἐσωτέρα, καταπετάσματος διορίζοντος, ὄνομα δὲ αὐτῷ τὰ Ἅγια τῶν ἁγίων. Ἐνταῦθα τὸ θυσιαστήριον ἦν εἰς τύπον Χριστοῦ, πυκαζόντων αὐτὸ ταῖς πτέρυξι τῶν Χερουβὶμ, καὶ κύκλῳ περιεστηκότων, καὶ τὸ τῆς λειτουργίας τελούντων σχῆμα, καὶ περιεπόντων ὡς Θεόν. Ἔκειτο δὲ καὶ χρυσοῦν ἐκεῖ θυσιαστήριον, ἐφ' ᾧ τὸ λεπτὸν καὶ σύνθετον ἐθυμιᾶτο μύρον, ἐκ πολλῶν ἀρωμάτων εὖ μάλα διηρτημένον. Ἀλλ' ὡς ὁ πάντα σοφὸς γράφει Παῦλος, «Τούτων οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει περὶ ἐαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.» Ἕως μὲν οὖν ἡ κατὰ νόμον τὸν διὰ Μωσέως ἐκράτει λατρεία, στάσις ἦν ἐν τῇ πρώτῃ σκηνῇ τῶν ὑπὸ τοὺς τύπους. Οὐ γὰρ ἑξῆς τοῖς ἐθέλουσιν εἰς τὴν ἁγίαν καὶ ἐσωτάτω διᾴττειν σκηνήν. Εἰσῄει δὲ μόνος ὁ προὔχων ἐν ἱερουργοῖς, ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ «οὐ χωρὶς αἵματος,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ, καθά φησιν ὁ νομομαθὴς ὢν Παῦλος, καὶ τοῖς ἱεροῖς ἐντεθραμμένος Γράμμασι, «Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς πίστεως·

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
