Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.973
Not analysed yet
πράγματος, καὶ ὁδὸς οἷά τις ἀποφέρουσα πρὸς τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ἡ εἰς τὸν Χριστὸν εὑρίσκεται πίστις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ, μονονουχὶ καὶ χεῖρα προτείνων, ταύτην ἡμῖν κατέδειξε, λέγων· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Κεχρησμῴδηται μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὁ διὰ Μωσέως νόμος, διακονούντων ἀγγέλων. Ἀλλ' ἦν μὲν ἔλεγχος ἁμαρτίας, καὶ πλημμελημάτων παραδεικτικὸς, ἀνόητος δὲ παντελῶς εἴς γε τὸ δύνασθαι δικαιῶσαί τινας. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ Θεῷ, δῆλον. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται.» Ἐπετίθει γὰρ ἀναλόγως τοῖς ἑκάστου πταίσμασι τὰς δίκας παραχρῆμα. Ἀσθενοῦντος τοίνυν τοῦ νόμου, καὶ οὐκ ὄντος οἵου τε διασμῆξαι ῥύπους, ἤγουν τῶν αἰτιαμάτων ἀπαλλάξαι τινὰς τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίως ἐστὶ τὴν ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ὁ τῶν ὅλων δέδωκε Θεός. Μαρτυρήσει δὲ πάλιν ὁ θεσπέσιος Παῦλος, γράφων· «Διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ.» Δόξα μὲν ἡ ἐξαίρετος, καὶ τῇ παντὸς ἐπέκεινα γεννητοῦ νοουμένῃ φύσει, μόνη τε καὶ ἰδικῶς ἐμπρέπουσα, τὸ ἀπλημμελὲς εἰς ἄπαν καὶ ἀδιάπτωτον παντελῶς τὸ κατὰ μηδένα τρόπον ἀφαμαρτεῖν δύνασθαι τοῦ εἰκότος. Ταυτησὶ δὲ ἡμεῖς ἡττώμεθα, ἤγουν ὑστερούμεθα, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οὐκ ἀσύνηθες ἔχοντες τὸ τοῖς τῆς ἁμαρτίας ὑποφέρεσθαι βρόχοις, καὶ ταῖς εἰς φαυλότητα ῥοπαῖς καθικνεῖσθαι πρὸς τὰ αἰσχίω. Ἀλλ', ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ἣν δὴ καὶ δεδιψηκότας κατίδῃ τις ἂν τοὺς τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ἠγνοηκότας. Γράφει γοῦν ὁ νομομαθέστατος Παῦλος, «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοὶ, εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» γʹ. Καὶ μὴ ὑπολάβῃς ὅτι τὸν παλαιὸν νόμον ὡρίσατο Θεὸς, ὡς ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαί τινας ἀποφαίνειν ἐλευθέρους τῶν ἐξ ἀσθενείας αἰτιαμάτων· ἐπειδὴ δὲ ἀφημάρτηκε σκοποῦ, μονονουχὶ δὲ καὶ ὑστεροβουλίᾳ χρώμενος, τὴν διὰ πίστεως τῆς εἰς Χριστὸν ἐπενόησε τρίβον. Οὐχ οὕτω ταῦτ' ἔχει, πολλοῦ γε καὶ δεῖ. Ἴσθι δὴ μᾶλλον ὅτι καὶ πρὶν ὅλως ἐκ γῆς διαπλάσαι τὸν πρῶτον ἄνθρωπον, οὐκ ἠγνοηκὼς τὰ ἐσόμενα, καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὴν ἐπιβουλὴν, καὶ τὸν τῆς ἐπικουρίας ἡμῖν προαναθρήσας τρόπον, δῆλον δὲ ὅτι τὸ Χριστοῦ μυστήριον, ἔλεγχον ἁμαρτίας, καὶ τῆς διὰ πάντων ἀσθενείας κατήγορον, τὸν διὰ Μωσέως ἔστησε νόμον, καὶ