# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.976

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.976

τῆς δικαιούσης χάριτος τὴν κατακρίνουσαν ἐντολὴν προανέδειξε σοφῶς, ἵν' ἔτι μειζόνως ἡ χάρις θαυμάζηται. Οὗ γάρ ἐστι τὸ λυποῦν, ἐκεῖ μάλιστα τὸ κατευφραίνειν εἰδὸς ἐκφαίνεται. Ὅτι δὲ ἀρχαῖόν ἐστι τὸ Χριστοῦ μυστήριον, ἀκονιτὶ διοψόμεθα, ὡδὶ δὴ πάλιν ἡμῖν ἱεροῦ φωνοῦντος Γράμματος. Ἔφη γάρ που πάλιν ὁ μακάριος Παῦλος· «Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.» Σύνες οὖν ὅπως ηὐλογῆσθαί φησιν ἡμᾶς, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς, προωρίσθαι δὲ καὶ εἰς υἱοὺς ἐν Χριστῷ Ἰησοῦ. Ναὶ μὴν καὶ αὐτὸ τὸ σωτήριον βάπτισμα προανετυποῦτο τοῖς πάλαι, καὶ τοῖς μετ' ἐκείνους ἡμῖν, καὶ διά γε τῆς κιβωτοῦ. Ἐσώζετο γὰρ ἐν αὐτῇ διὰ πίστεως ὁ δίκαιος Νῶε, καίτοι τῆς ὑπ' οὐρανὸν μιᾷ ψήφῳ Θεοῦ κατακεκριμένης. Ἐπαφῆκε γὰρ ἅπασι τὸν κατακλυσμόν. Γέγραπται γοῦν περὶ αὐτοῦ· «Πίστει χρηματισθεὶς Νῶε πρὸ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τῷ οἴκῳ αὑτοῦ, δι' ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.» Ὅτι δὲ εἰς τύπον τοῦ ἁγίου βαπτίσματος τὸ δρώμενον ἦν, πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, «Ὅτι καὶ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν' ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πατράσι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἢν ὀλίγοι, τουτέστιν, ὀκτὼ ψυχαὶ, διεσώθησαν δι' ὕδατος, ὃ καὶ ἡμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.» Καὶ τί δὴ τοῦτό ἐστι τὸ, «ἐκ συνειδήσεως ἀγαθῆς εἰς Θεὸν ἐπερώτημα;» Τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν δὴ καὶ ἐπὶ πολλῶν μαρτύρων ποιεῖν κατειθίσμεθα, καὶ οὐκ ἀνθρώπων μόνον, οἷς τὸ τῆς θείας ἱερουργίας ἐμπρέπει καύχημα, ἀλλὰ γὰρ καὶ δυνάμεων λογικῶν, αἳ λειτουργοῦσι Θεῷ, τὰ εἰς δόξαν αὐτοῦ κατορθοῦν σπουδάζουσαι. Χρῆναι δέ φημι, τοὺς ἀπλανῶς τῆς πίστεως τὴν ὁμολογίαν ἐκφέροντας, κατὰ μηδένα τρόπον καταδονεῖσθαι φιλεῖν. Γέγραπται γὰρ, ὅτι «Ἀδελφοί μου ἀγαπητοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ οἴκῳ τοῦ Κυρίου πάντοτε.» δʹ. Καταχειμάζουσι γὰρ ἔσθ' ὅτε τινὰς, καὶ τῶν ἤδη πεπιστευκότων, ἄνδρες ἀμαθίᾳ σύντροφοι, ποτίζοντες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, καθὰ γέγραπται, καὶ ὡς «ἐκ πονηροῦ θησαυροῦ τῆς καρδίας»

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
