Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.977
Not analysed yet
αὐτῶν ἀναπτύοντες τὰ πονηρὰ, καὶ τὸν τῆς τοῦ διαβόλου σκαιότητος ἰὸν ἐρευγόμενοι. Κατεπαίρονται γὰρ τῆς ἐπέκεινα πάντων οὐσίας τε καὶ δόξης· καὶ τό τε ἧκον ἐπ' αὐτοῖς τῶν ὑπερτάτων κατακομίζουσι θρόνων τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, ἐναριθμοῦντες τοῖς κτίσμασι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην· ὃν πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ τοῖς τῆς ἀληθείας, κατὰ φύσιν, θεότητος ἀξιώμασιν εὖ μάλα κατεστεμμένον· «Συνάπτει γὰρ αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Εἰσὶ δὲ πρὸς τούτοις, οἳ μερίζουσι τὸν ἀμέριστον, φημὶ δὴ τὸν ἕνα Χριστὸν, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας παρασημαίνουσι κάλλος, καίτοι γεγραφότος ἡμῖν τοῦ θεσπεσίου Παύλου σαφῶς τε καὶ ἐναργῶς· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἀλλ' εἴπερ ἦσαν κύριοι δύο, πάντως που καὶ πίστεις δύο, τοσαῦτα δὲ εἶναι χρῆν καὶ βαπτίσματα. Τοὺς ὧδε ταῦτα ἔχειν ὑπειληφότας, ὡς ὀλέθρους καὶ φθόρους παρατρέχωμεν, ἔξω τε πάγης ἰόντες πόδα, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγωμεν· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Ἐκλελυτρώμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ, «Δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός.» Ἐπειδὴ γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, διὰ τῆς κατὰ τὸν νόμον λατρείας, οὐδὲν ἐχούσης ἕτερον, πλὴν ὅτι τύπους καὶ σκιὰς, οὐκ ἦν ἐφικτὸν τοὺς τῆς φαυλότητος, ἤτοι τοὺς τῆς ἁμαρτίας ἀποπλύνεσθαι μολυσμοὺς, αὐτὸς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, γενόμενος ἄνθρωπος μετὰ τοῦ εἶναι ὃ ἦν, τουτέστι Θεὸς, δέδωκε τῷ θανάτῳ τὸ ἴδιον σῶμα, ἵνα ἡμᾶς ἐκπρίηται τοὺς ὑπὸ θανάτου καὶ φθορᾶς, αἵματι τῷ ἰδίῳ. Καὶ γοῦν ἔφη που διὰ φωνῆς τοῦ Δαβὶδ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τε καὶ Θεὸν, «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, σῶμα δὲ κατηρτίσω μοι. Τότε εἶπα, Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην.» Ἄθρει δὴ οὖν, ἄθρει λέγοντα σαφῶς· «Σῶμα δὲ κατηρτίσω μοι.» Καὶ γὰρ ἦν τε καὶ ἕστιν ἀσώματος, ὡς Θεός. Εἶτα πῶς ἠγνόησας, Ἰουδαῖε, τὴν οὕτως ἀπόῤῥητον καὶ σεπτὴν οἰκονομίαν; πῶς οὐ παρεδέξω σαρκωθέντα διὰ σὲ τὸν ἀσώματον; ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καθειμένον οἰκονομικῶς, τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; τὴν σὴν φοροῦντα πτωχείαν τὸν πλουτίζοντα τοὺς ἐν οὐρανῷ; τὴν δούλου λαβόντα μορφὴν, τὸν τῶν ὅλων Κύριον; Ἀλλ' ἵσως πρὸς τοῦτο ἐρεῖς, Ἄνθρωπος ἦν ὁρώμενος καθ' ἡμᾶς. Εἶτα πῶς τῶν Μωσαϊκῶν ἐπελάθου γραμμάτων; Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς ὑμᾶς, «Προφήτην