# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.980

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.980

ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ, αὐτοῦ ἀκούσεσθε.» Ὡς ἄνθρωπον αὐτὸν καὶ ὡς τῶν ἁγίων προφητῶν προκαταμεμήνυκε λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας· «Ἰδοὺ, φησὶν, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Καὶ παράδοξος μὲν τοῦ Ἐμμανουὴλ ἡ γέννησις· ἐξ ἀπειρογάμου γὰρ προῆλθε Παρθένου. Πλὴν ἐκ γυναικὸς, τοῖς τῆς ἀνθρωπότητος ἑπόμενος νόμοις, ἄνθρωπον αὐτὸν τεθεᾶσθαι φὴς, τό γε ἦκον εἰς σῶμα καὶ εἶδος. Ἀλλ' εἶδες αὐτὸν πρὸς τούτῳ θεοπρεπεστάτην ἔχοντα δόξαν, εὐκλείαις ταῖς ἀνωτάτω καταχρυσούμενον, πληροῦντα τὰ ἔργα τοῦ Πατρός. Μόνῃ γὰρ ἔνεστι τῇ ὑπερτάτῃ πασῶν οὐσίᾳ τὸ ζωοποιεῖν δύνασθαι νεκροὺς κατεφθαρμένους ἤδη καὶ ὀδωδότας, τοῖς ὀμμάτων ἐστερημένοις ἐνιέναι τὸ φῶς, χωλοὺς ἀρτίποδας ἀποφαίνειν, καὶ τοὺς ἐν λέπρᾳ τοῦ πάθους ἐλευθεροῦν ἁφῇ καὶ νεύματι. Ἀλλ' ἤθελες, εἰπέ μοι, γυμνῇ τῇ θεότητι τοῖς ἐπὶ γῆς ἐπιλάμψαι τὸν τῶν ὅλων Δημιουργὸν καὶ τεχνίτην τοῦ Θεοῦ Λόγον. Εἶτα τίς οὕτω ὑπέστη τὴν οὕτω φρικτὴν καὶ ἀπόῤῥητον ὄψιν; ἢ οὐχ ὁρᾷς ὅτι τῆς Κυριακῆς ἀκτῖνος τὴν προσβολὴν ὁ τοῦ σώματος ὀφθαλμὸς οὐκ εὐάντητον ἔχειν; εἶτα πῶς ἂν ἴσχυσεν ἰδεῖν τὸ πρόσβλητον ἐκεῖνο, καὶ ὑπὲρ θαῦμα φῶς; Ἐπεδήμησεν τοίνυν ἡμῖν ὡς ἄνθρωπος, οἰστὸν ἑαυτὸν ἅπασι τιθεὶς, ἵν' ὡς εἷς τῶν καθ' ἡμᾶς, ὁμόσε τε ἰὼν καὶ συνδιαιτώμενος, τῆς εὐσεβοῦς πολιτείας καταδείξῃ τὴν ὁδὸν, ἵνα βρόχων ἐξέληται δυσειδαιμονίας· Ἑλληνικῆς, ἵνα τῆς ἀληθοῦς καὶ πνευματικῆς λατρείας ἐπιμελητὰς ἀποφήνῃ. Ἀλλ' οὐκ ἠρέμει τὸ βδελυρὸν καὶ βάσκανον, καὶ ἀνόσιον θηρίον, τουτέστιν, ὁ Σατανᾶς, ὁ πᾶσαν ὑπὸ χεῖρα λαβὼν τὴν ὑπ' οὐρανὸν ἐξ ἀπάτης καὶ πλεονεξίας, καὶ τοῖς τῆς ἁμαρτίας ἐναποπνίξας τέλμασιν, εἶδεν ἑαυτὸν ἐκπίπτοντα τῆς καθ' ἡμῶν ἀρχῆς, ἀδοκήτως ἐξωθούμενον τοῦ δύνασθαι κρατεῖν τῶν πάλαι διηρπασμένων, ᾠήθη καὶ αὐτὸν καθ' ἕνα τῶν πάλαι προφητῶν ἄνθρωπον εἶναι, καὶ ἕτερον οὐδέν. Οὓς δὴ καὶ τεθνάναι παρεσκεύασε, καταθήξας ἐπ' αὐτοῖς τὴν τῶν Ἰουδαίων σκαιότητα. Καὶ γοῦν ἐνῆκε πάλιν αὐτοῖς τὸν τῆς ἑαυτοῦ δυστροπίας ἰόν. Οἱ δὲ, τῆς ἑαυτῶν ἀφειδήσαντες σωτηρίας, ἐπεπήδων αὐτῷ θρασεῖς, καὶ ἀγέρωχοι, καὶ μιαιφονίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, καὶ δὴ καὶ ἐσταύρωσαν. Ἆρ' οὖν οὐχ ἑκόντος κεκρατήκασιν, ἤγουν οὐκ εἰδότος ὅτι πείσεται; Καίτοι προεγνωκὼς ὁρᾶται τὸ πάθος, καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεΐας τολμήματα, καὶ γοῦν διὰ προφητῶν ἁγίων ποτὲ μὲν ἔφασκε· «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ποτὲ δὲ πάλιν,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
