Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.981
Not analysed yet
»Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Διὰ δέ γε τῆς Ἡσαΐου φωνῆς, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Οὐκοῦν οὐκ ἠγνόει ὅτι μὲν πείσεται. Εἶτα παρὸν ἔξω φέρεσθαι βρόχων, δέδωκεν ἑκὼν τῷ θανάτῳ πρὸς βραχὺ τὸ ἴδιον σῶμα, ἵν' ἐγερθεὶς ἐκ νεκρῶν τὸ τοῦ θανάτου καταλύσῃ κράτος, ἵνα τὸν τοῦ διαβόλου παραλύσῃ φθόνον, δι' οὗ καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ὁ θάνατος, ἵνα ἡμᾶς ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν καὶ ἀμήρυτον ζωήν. «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες· ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἐγήγερται γοῦν τριήμερος σκυλεύσας τὸν ᾅδην, καὶ παλινδρομήσας εἰς τὸν οὐρανὸν, σύνεδρός ἐστι τῷ ἰδίῳ Πατρί. Ἥξει τε κατὰ καιροὺς, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς. εʹ. Ὡς οὖν ἀπολογήσεσθαι μέλλοντες τῷ κριτῇ, πάντα ῥίψαντες ὄκνον, καὶ πάσης ἁμαρτίας δραμόντες ἐπέκεινα, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς μονονουχὶ καὶ ἐῤῥῶσθαι φράσαντες, κατορθώσωμεν δικαιοσύνην, ἐγκράτειαν, ἀγάπην, φιλοπτωχίαν, τοῖς ἐν δεσμοῖς ἐπισκεψώμεθα, τοὺς ἐν ἀῤῥωστίαις σωματικαῖς ἀνακτησώμεθα, ἐπικουρήσωμεν ὀρφανοῖς, χήρας δάκρυον κατοικτείρωμεν, ἀγαπῶμεν ἀλλήλους ἐκτενῶς. Οὕτω γὰρ πολιτευσάμενοι, τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας τεσσαρακοστῆς, ἀπὸ ἕκτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σεπτοῦ καὶ σωτηριώδους Πάσχα, ἀπὸ ἑνδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες δὲ τὰς νηστείας τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑπτακαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, ἵνα καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.