Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1001
Not analysed yet
περὶ τῶν μελλόντων εἶναι τὸν λόγον. Καὶ εἰς σύνεσιν προτρέπεται τοὺς ἐντευξομένους ἡ προγραφὴ, ἐπεὶ θείας ἔδει συνέσεως τοῖς νοεῖν μέλλουσι τὰ μετὰ χρόνους ὅσους ἐσόμενα. Ἀλλὰ τίς ὁ Κορέ; Οὗτος γέγονε μὲν ἐπὶ Μωσέως, ἀπώλετο δὲ μεθ' ὧν συνέστη καταστασιάσας αὐτοῦ· οἱ δὲ τούτου παῖδες οὕτε τῆς δυσσεβείας οὔτε τῆς ἀπωλείας ἐκοινώνησαν τοῦ πατρός· τοσοῦτον δὲ γεγόνασιν εὐλαβεῖς, ὡς καὶ ψαλτῳδοὶ χρηματίσαι. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα, κ. τ. λ. (A f. 227 a. b, B f. 153) Ἐπείπερ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐκ τοῦ Σωτῆρος εἴρητο· «Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς,» νῦν τὸ τῶν ἐσταυρωκότων ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα, προδήλου ὄντος ὡς ὕστερον προσληφθήσονται. Καὶ διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ' αὐτῷ πηγῆς ἐπιθυμεῖν, περὶ ἧς εἴρηται, ὅτι «Παρὰ σοὶ πηγὴ ζωῆς.» Περὶ αὐτῶν γοῦν ὁ Παῦλος ἔφησεν· «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἳ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;» Ταῦτα τοίνυν Ἰσραὴλ μεταγινώσκων, φησὶ ποθεῖν ἐγγὺς γενέσθαι Θεοῦ κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ· καὶ ὃν ἀπεκτόνασιν ὡς ἄνθρωπον, τοῦτον Θεὸν ὀνομάζουσιν ζῶντα, πλάνην ὁμολογοῦντες καθ' ἣν τὸν ἀρχηγὸν τῆς ζωῆς τῷ θανάτῳ παρέδωκαν. Τὸ δὲ, «Πότε ἥξω,» γλιχομένων ἐστὶ τῆς εἰς ὕστερον κλήσεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν καθ' ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ τοῦ Θεοῦ. Καθ' ἃ δι' Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνῃς πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Ὅταν δὲ κληθῶσιν, ὀφθήσονται τῷ προσώπῳ τοῦ Θεοῦ· γέγραπται γὰρ, ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. (A f. 228, B f. 153 b, L f. 212, L f. 113) Ἐκπεπτωκότα τὸν Ἰσραὴλ φειδοῦς τῆς ἄνωθεν δειναὶ κατειλήφασι συμφοραί· πεπόρθηνται γὰρ αἱ τῆς Ἰουδαίας πόλεις ὑπὸ τῆς Ῥωμαίων στρατιᾶς. Καὶ ὅτι ταῦτα αὐτοῖς συμβήσεται, προκαταμεμήνυκεν ὁ Χριστός· «Ὅτ' ἂν γὰρ ἴδητε, φησὶν, κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσιν· Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· Πέσατε ἐφ'