# Expositio in Psalmos 69.1004

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1004

ἡμᾶς.» Ταῦτα δὴ οὖν ὑπομένοντι τῷ Ἰσραὴλ ἐπετώθαζον, κατὰ τὸ εἰκὸς, τῶν ἀστυγειτόνων τινές· ἐπέχαιρον γὰρ ἀεὶ πολεμουμένοις καὶ κάμνουσιν τὰ περίοικα τῶν ἐθνῶν. Οὐκοῦν ἀντὶ τῶν ἡδίστων καὶ ἀναγκαίων, φησὶ, τουτέστι τραπέζης καὶ τροφῆς, γέγονέ μοι τὸ δακρυῤῥοεῖν καὶ κατολοφύρεσθαι πικρῶς τὴν ἀδόκητον τῶν πραγμάτων ἐπὶ τὰ χείρω φοράν. Ποίων δὲ ἄρα μνησθῆναί φησι; Πρῶτον μὲν, ὅτι Θεῷ προσκέκρουκε διὰ τῆς εἰς Χριστὸν παροινίας. Εἶτα, ὅτι τῆς δι' αὐτοῦ σωτηρίας ἠμοιρηκὼς, ἠχρειώθη τρόπον τινὰ, καὶ ἁπάσης ἐλπίδος ἀπώλισθεν ἀγαθῆς, ἥλω τε ταῖς οὕτω δειναῖς συμφοραῖς. Καὶ τρίτον, ὅτι ταυτὶ πεπονθότα ἐπετώθαζόν τινες, ἐπιφωνοῦντες ἀεὶ τὸ, «Ποῦ ἐστιν ὁ Θεός σου;» Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορτάζοντος. (A f. 229 b, B f. 154, I f. 214) Οἱ ἐπὶ τοῖς τῶν ἐχθρῶν τωθασμοῖς ἀλύοντες, οὐ μετρίως τῇ τῶν ἀγαθῶν ἐλπίδι καταπιαίνονται, καὶ μεταπηδῶσιν ἐπὶ τὸ χαίρειν τε καὶ ἁπάσης δυσθυμίας ἀμείνω τὴν διάνοιαν ἔχειν, καὶ εὐαγγελίζονται ἑαυτοῖς ὡς ἐν καιρῷ τευξόμενοι τῆς διὰ Χριστοῦ σωτηρίας τε καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενοι, καὶ συμμεθέξοντες τῆς ἑορτῆς τῆς ἐπί γε, φημὶ, ταῖς ἀκαταλήκτοις δοξολογίαις πραττομέναις εἰς Θεόν. Ἁγιοπρεπὴς γὰρ ἡ τοιάδε πανήγυρις· καὶ πιστώσεται λέγων ἑτέρωθί που πάλιν ὁ θεσπέσιος Δαβίδ· «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Θαυμαστὴν δὲ σκηνὴν ὀνομάζει καὶ οἶκον Θεοῦ, τῆς ἐν οὐρανοῖς Ἐκκλησίας τὸ μίμημα τὴν ἐπὶ γῆς δηλονότι. Ἔτι δὲ ὑψηλότερον προσδοκῶσιν οἱ ἅγιοι, ὅτι μετὰ τὰς ἐνταῦθα κακοπαθείας διαδέξεται αὐτοὺς τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ ἡ ἄνω, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος, εἰς ὃν ὑπ' ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται, κατὰ τὸν Σύμμαχον εἰπόντα· Διαβασταχθήσομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ· ὄθεν καὶ τὸ, «Ἁρπαγησόμεθα ἐν νεφέλῃ.» Πρὸς τὴν αἰσθητὴν δὲ διὰ Μωσέως σκηνὴν, τὴν νοητὴν ἐκάλεσε θαυμαστὴν, τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς οὐκ εἰκὸς, ψυχῆς μετὰ γυμνασίαν αὐτάρκη ἀναγομένης εἰς τὰ ἅγια τὰ ἐπουράνια, φωνὴν εὔφημον γίνεσθαι πλήθους τῶν πανηγυριζόντων ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ; Ἔνθα φησίν· «Ἀφίξομαι ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζόντων,» ὑμνολογῶν δηλονότι, καὶ τοῖς ἑορτάζουσιν ἀναμὶξ ἀνάπτων τὰς ὑμνῳδίας τῷ σεσωκότι Χριστῷ. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογεύσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ Θεός μου. (A f. 229, B f. 154, I f. 214) Ἐπιτιμᾷ ταῖς λύπαις τῇ εἰς Χριστὸν ἐλπίδι χρώμενος ὁ σταυρωτὴς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
