# Expositio in Psalmos 69.1005

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1005

λαὸς, καί φησιν· Εἰ τετήρηται, ὦ ψυχὴ, καιρὸς, καθ' ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις ἀγάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκηνὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύπαις; Ἔλπισον ἐπὶ τὸν Θεόν· ἐξομολογήσομαι γὰρ αὐτῷ, καὶ αὐτὸς ἔσται σωτήριον τοῦ ἐμοῦ προσώπου. Τὸ δέ γε πρόσωπον ἔοικεν ἐν τούτοις ἀντὶ τοῦ κάλλους εἰπεῖν· τοῖς μὲν γὰρ πιστεύουσιν εἰς Χριστὸν τὸ θεῖον ἐμπρέπει κάλλος· μορφοῦται γὰρ ἐν αὐτοῖς δι' ἁγιασμοῦ τε καὶ δικαιοσύνης [al. cod. σωφροσύνης]. Τοῖς γε μὴν ἀπίστοις ἕψεται δὲ πάντως τὸ εἰδεχθές· οὐ γὰρ ἔχουσιν ἐμπρέπον ἑαυτοῖς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος. Διὰ τοῦτο καὶ τοῖς τὴν ἐν νόμῳ δικαιοσύνην τετιμηκόσιν μετὰ τὴν πίστιν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐκοῦν ὅτε Χριστὸς ἐν ὑμῖν μορφοῦται, τότε τοῦ τῆς ψυχῆς προσώπου, τουτέστι τοῦ κάλλους αὐτῆς, τὴν σωτηρίαν ἐργάζεται. Εὖ δὲ δὴ σφόδρα Θεὸν ὁμολογεῖ τὸν Ἐμμανουὴλ ὁ σταυρωτὴς λαὸς, καίτοι διώκων αὐτόν ποτε καὶ λέγων· «Διὰ τί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ' ὡς ἤδη καὶ ἐγνωκὼς τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ προσενεγκὼν τὴν ἐξομολόγησιν, Θεὸν αὐτὸν ἑαυτοῦ φησιν, καὶ τὸ καλὸν ὅνομα μεθ' ἡμῶν ἐπιγράφεται, τὸ εἶναί τε καὶ καλεῖσθαι Χριστιανός. Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. (A f. 229 b) Ἐπειδὴ ἐταράχθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσας ἐμαυτὸν τῶν σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ γειτονοῦν αὐτῷ ὄρος τὸ Ἀερμὼν, παραμυθήσομαι ἐμαυτόν. Ὑψηλῶς δὲ οὕτω φησί· Γενησόμενος ἐν τῷ Ἰορδάνῃ, τουτέστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς ὁμολογίας· μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιεὶμ, ὃ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. Δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν, κατὰ τὸ ῥητόν. Μετὰ τὴν Μωσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσάγοντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ, τὴν κιβωτὸν ἐπ' ὤμοις φέροντες, ὁ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθ' ὅλην τὴν κρηπίδα αὐτοῦ. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἀλῶν. Καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκὴν, τοῦ δὲ ἄνωθεν κατιόντος, παραδόξως Θεοῦ δυνάμει ἀναστελλομένου, καὶ εἰς τοὐπίσω χωροῦντος· καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
