# Expositio in Psalmos 69.1008

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1008

εἷς ἐγίνετο, ἐπαιρομένων τῶν ὑδάτων καταλλήλων, διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Ἀναπολῶν οὖν, φησὶ, τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ' ἡμῶν γενομένης τοῦ Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον, καὶ τὸ παρακείμενον ὄρος τὸ Ἀερμών· ἐπ' ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον οὐδὲν πέπρακται. Ταῦτα τῶν αἰχμαλώτων τὰ ῥήματα. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σου. (E f. 79 b, L f. 114) Ἄβυσσος δηλοῖ τὸ τῆς πολυπληθίας ἄπειρον· ἀντὶ τοῦ εἰπεῖν· Τὴν ἀλλήλων συμμαχίαν ἐπὶ τῇ καθ' ἡμῶν συγκαλοῦνται [al. cod. ἐγκαλ.] συνδρομῇ, διὰ τὸ τὴν συγχώρησιν τῆς ἐκείνων συνδρομῆς [al. cod. ὁρμῆς] εἶναι διάβασιν· καταῤῥακτῶν γὰρ εἰκότως τὴν τοῦ Θεοῦ συγχώρησιν ὡς πρὸς τὰς ἀβύσσους ἐκάλεσεν. (A f. 250, I f. 225 b, L f. 114) Οὐ μόνον τοῦ ἐν τῷ Ἰορδάνῃ γενομένου θαύματος ποιοῦνται μνήμην ἐπὶ σωτηρίᾳ τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ ἑτέρων πάλιν θαυμάτων ποιοῦνται κατάλογον, τιθέντες ἐφεξῆς ἅπερ συνέβη γενέσθαι κατὰ καιρούς. Ἀλλόφυλοι μὲν γάρ ποτε κατεστρατεύοντο τῶν ἐξ Ἰσραὴλ εἰς Μασσηφάτ· γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις. Ὡς δὲ προσήγαγον εἰς μάχην, τὸν τοῦ πολέμου νόμον ἐξηρτυμένοι, δεδιότες τὴν ἔφοδον οἱ ἐξ Ἰσραὴλ, προσῄεσαν τῷ θεσπεσίῳ Σαμουὴλ, καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν ποιεῖσθαι λιτὰς ἐλιπάρουν. Ὁ δὲ τέθυκεν ἄρνα γαλαθηνὸν, καὶ ὕδωρ ἐξέχεεν ἐπὶ τὴν γῆν, εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ τοιαύτης γενομένης ὑπὲρ αὐτῶν θυσίας, κατηνέχθη τῶν πολεμίων χάλαζα τοσαύτη, ὥστε σχεδὸν ἅπαντας οὐδενὸς αὐτοῖς ἀνθρώπου μαχομένου πεσεῖν. Ἔοικεν δὴ οὖν τὴν τῆς χαλάζης ἄσχετον φορὰν, ἄβυσσον ἐπ' ἀβύσσῳ τρέχουσαν ὀνομάζειν· τὸ γὰρ ἐπικαλεῖται, ἀντὶ τοῦ ἐκκαλεῖταί [al. cod. ἀνακαλεῖται] φησιν. Ἀλλεπάλληλος γὰρ ἦν ἡ ταύτης φορὰ, καὶ ὥσπερ ἐξεκαλεῖτο τὴν δευτέραν ἡ πρώτη. Φωναὶ δὲ καταῤῥακτῶν αἱ τῆς χαλάζης καταφοραὶ νοηθεῖεν ἄν. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. (A f. 230 b, I f. 215 b, L f. 114) Εἶτ' εὐθὺς ἑτέρου διαμνημονεύουσι θαύματος· διῆλθον γὰρ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, τὴν τοῦ Φαραὼ φυγόντες μοχθηρίαν· καὶ οἷον ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, φέρεσθαι κατ' αὐτῶν, ἀλλ' ἠδίκουν οὐδέν· τοῦτο οἶμαι, ἔστι τὸ, «Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον·» ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ ξηρὰ ἐφυλάχθη ἡ διάβασις. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτῷ [var. lect. αὐτοῦ]. (A f. 251, K f. 84 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Καὶ μέντοι μεθ' ἡμέραν ὁ Θεὸς, τουτέστι φανερῶς καὶ οἱονεί πως ἐν φωτὶ, καθυπισχνεῖται τὸν ἔλεον διὰ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
