# Expositio in Psalmos 69.1013

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1013

Κύριε, ὁ μὴ ἐξ ἀκροάσεως δικάζων, ἀλλ' ἐξ ἐπιστήμης τὸ δίκαιον ἐπιφέρων, καὶ τῆς τοῦ Σατανᾶ πλεονεξίας καὶ τῶν ἀλλοτρίων [num ἄλλων̣] δαιμόνων ἀπάλλαξον. Ἄνθρωπον γὰρ τὸν διάβολον καὶ Ἡσαΐας ὀνομάζει λέγων· Αἰγύπτιον ἄνθρωπον, καὶ οὐ Θεὸν εἶπον βοηθῆσαι αὐτοῖς. Ὅτι σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, κ.τ.λ. (A f. 232, I f. 219 b, L f. 115 b) Καὶ οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες, τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ' ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ὅτ' ἂν δὲ οἱ μὴ πιστεύσαντες Θεῷ λέγωσιν, ὅτι Σὺ εἶ, ὁ Θεὸς, κραταίωμά μου, φαμὲν ὅτι Θεός ἐστιν τῶν ὄλων δημιουργὸς, καὶ πάντα πρὸς τὸ εὖ εἶναι συνέχων· αὐτὸς κραταίωμα τῶν ὅλων, κατά γε τὴν ἐν ἀρχῇ τῇ κοινῇ φύσει δοθεῖσαν χάριν. Εἰ δὲ προσκεκρούκασίν τινες, ὄλισθον ὑπομείναντες προαιρετικὸν, καὶ μακρὰν γεγόνασι Θεοῦ, διά τε τῆς ἁμαρτίας, καὶ προσέτι τοῦ λατρεῦσαι παρ' αὐτὸν τῇ κτίσει .. οὐδὲν [κωλύει] κραταίωμα καὶ αὐτὸν εἶναι λέγειν τὸν Θεόν. Ἀλλ' ἐξώσθησαν διὰ τὴν μεταξὺ χωρήσασαν ἁμαρτίαν, καταθλίβοντος καὶ ἐγκειμένου τοῦ Σατανᾶ, καὶ σκυθρωπάζειν παρασκευάζοντος διὰ προσδοκίαν. Πῶς γὰρ ἦν ἔχειν δύνασθαι τὸ χρῆναι δὴ χαίρειν τοῖς ὅσον οὐδέπω κολασθησομένοις διὰ τὴν ἁμαρτίαν; Ἵνα τί ἀπώσω με, κ.τ.λ. (A f. 232. b) Οἱ τῆς ἐν Χριστῷ ἐπιθυμοῦντες κλήσεως, ἐπιταχύνουσι ταύτην, καὶ τὴν τοῦ Θεοῦ ἀποστροφὴν λυθῆναι παρακαλοῦσιν, ἵνα μὴ ἐπὶ πλέον ἐκθλίβῃ αὐτοὺς ὁ Σατανᾶς. Καὶ οἱ δορυάλωτοι εἰδότες ὡς παρὰ Θεοῦ ἦν αὐτοῖς τὸ κρατεῖν, εἰκότως ἀπωσμὸν Θεοῦ τὸ κρατεῖσθαι ὀνομάζουσι. Τὸ δὲ, ἵνα τί; οὐχ ὡς ἐγκαλοῦντες ἢ ἀποδυσπετοῦντες λέγουσιν, ἀλλ' ὡς τῆς κακοπαθείας πέρας ἔχειν ὀφειλούσης διὰ τὸν ἔλεον. Ἵνα τί γὰρ, φασὶ, Κύριε, τὸ σὸν οὐκ ἐπιτελεῖται, ὅπερ ἐστὶν ὁ ἔλεος, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεονέξει; Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. (A f. 233, E f. 80, I f. 219 b) Ἐναργῶς γὰρ ἐν τούτοις τὸν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατασημαίνουσι φωτισμόν. Τοῦτο γὰρ καὶ πάλαι Θεὸς διὰ φωνῆς Ἡσαΐου καθυπισχνεῖται λέγων· «Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν.» Καὶ πρὸς αὐτὸν λέγεται τὸν Υἱόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην, γενοῦ εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν.» Ἱκετεύουσι δὴ τὸν ἐν τοῖς οὐρανοῖς Θεὸν καὶ Πατέρα, τὸ ἴδιον αὐτοῖς ἀποστεῖλαι φῶς, τουτέστι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ θεοπρεπῶς ἀπαστράψαντα Λόγον, ὃν δὴ καὶ ἀλήθειαν ὀνομάζουσιν, ἀντιδιαστέλλοντες τοῖς ψευδωνύμοις θεοῖς. Καὶ γὰρ ἦν ἀκόλουθον, ἀποπηδῶντας αὐτοὺς τῆς ἀρχαίας ἀπάτης, καὶ πρὸς τὸ φῶς τρέχοντας τὸ ἀληθινὸν, ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς. Καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
