# Expositio in Psalmos 69.1021

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1021

(B f. 160) Τῶν δὲ ἁγίων κέρας ὁ Κύριος. Παρὰ δὲ τῷ Δανιὴλ βασιλείας σημαίνει τὰ κέρατα. Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου.» Πῶς οὖν ἑτέρωθι λέγει, «Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ,» ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος παρὰ τὸ κέρας; Σαφῶς ἄρα τοῦ λαοῦ κέρας ὁ τοῦ Θεοῦ Λόγος ὑψούμενος ὑπὸ τοῦ Πατρὸς, ἐπείπερ ἐκένωσεν αὐτόν. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι αὐτῶν καὶ τῷ βασιλεῖ θαῤῥεῖν φασι πρὸς σωτηρίαν, ἀλλ' οὐ τῇ σφετέρᾳ δυνάμει. Διόπερ ἐπάγουσιν· «Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν·» ἣ κατὰ Ἀκύλαν, καυχησόμεθα· ἢ κατὰ Σύμμαχον, ὑμνοῦμεν. Λέγουσι δὲ καὶ ἐξομολογεῖσθαι αὐτῷ, συνήθως τῆς Γραφῆς ἀντὶ εὐχαριστίας ταττούσης ἐξομολόγησιν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. (B f. 160 b, I f. 224 b, L f. 116 b) Ὄνομα αὐτοῦ, ἐν ᾧ ἐξουδενῶσι τοὺς ἐπανισταμένους, τὴν δόξαν δηλοῖ· ἴνα γὰρ δοξάζηται Θεὸς, ἐδίδου τὸ δύνασθαι. Ἐλυτρώσατο γοῦν Θεὸς τὸν Ἰσραὴλ ἐκ χειρὸς Αἰγυπτίων, ταῖς θεοπρεπέσιν εὐκλείαις ἑαυτὸν στεφανῶν. Καὶ γοῦν ἔφη πρὸς Φαραὼ, ὅτι «Δι' αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Ἔφη δέ που ὁ Θεὸς καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν· καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν.» Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς. (L f. 117) Ὡς ἰδίου σώματος ἀναλαμβάνουσιν εἰς ἑαυτοὺς οἱ ταῦτα λέγοντες προφῆται τὰ τοῦ ἀσεβοῦντος λαοῦ. Οἱ μὲν γὰρ πατέρες ἡμῶν ταῦτα, φησὶν, ἀνήγγειλαν ἡμῖν. Εἶτα μέσον διάψαλμα, εἰς παράστασιν τῆς μεταβολῆς. Νυνὶ δὲ τἀναντία πάρεστιν θεωρεῖν· ἀβοηθήτους γὰρ ἐν τῷ πολέμῳ κατέλιπες· οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν ἡμῶν. (B f. 161 b, I f. 225 b, K f. 86 b) Ὁ μὲν οὖν ἀλαλαγμὸς ἐπινίκιός ἐστι φωνὴ τῶν νενικηκότων. Ἐπειδ' ἂν δὲ καὶ ὀλίγους εἶναι συμβαίνῃ τοὺς τοῦτο δρᾷν εἰωθότας, τότε φαμὲν μηδὲ εἶναι πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. Ἡττήμεθα οὖν καὶ διηρπάσθημεν παρ' ἐχθρῶν, καὶ τούτων εὐαριθμήτων· οὐ γὰρ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. Ὡς ἂν εἰ ἔλεγεν· Εἰς τοῦτο ἥκομεν κακῶν καὶ ἀσυγκρίτου ταλαιπωρίας, ὡς ἁλῶναι κατὰ κράτος, καὶ οὐ πολλῇ τῶν μαχομένων πληθύϊ. Ἔθου ἡμᾶς εἰς παραβολὴν τοῖς γείτοσιν ἡμῶν. (A f. 239 b) Τί δέ ἐστι παραβολὴ νῦν; διήγημα,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
