Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1024
Not analysed yet
ὑπόδειγμα, καὶ ὀνειδισμός. Καὶ οἱ πόῤῥωθεν γὰρ τὰ ἡμέτερα διηγοῦνται. Αἰχμάλωτοι γὰρ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἑλόντων πλεονεξίαις ἐνειλημμένοι, κεχρηματίκασιν ἐπάρατοι, φασκόντων ἡμῖν, κατά γε τὸ εἰκὸς, οὕτω· Μὴ γενοίμην ὡς οἱ Ἰσραηλῖται. Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὀδοῦ σου. (A f. 240 b, B f. 162 b, I f. 226 b) Κατὰ τὸν ἄγιον Κύριλλον τὸ, «Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου,» οὕτω νοήσεις· Ἀπειθήσας ὁ Ἰσραὴλ τοῖς διὰ Χριστοῦ κηρύγμασιν, προσαποβέβληκε καὶ τὸ εὐδοκιμεῖν δύνασθαι διὰ νομικῆς λατρείας· πέπαυται γὰρ ἡ τοῦ νόμου σκιὰ, καὶ μετεσκευάσθησαν οἱ τύποι πρὸς ἀλήθειαν. Τοῦτο διδάσκουσι λέγοντες, ὅτι «Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.» Ἔφη δέ που καὶ δι' ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἱερουσαλήμ· «Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Οὐ γὰρ οἶδεν ὅλως ἡ τῶν Ἰουδαίων Συναγωγὴ τοὺς τῆς κατὰ Θεὸν εὐδοκιμήσεως τρόπους. Ἀλλ' οὐδ' ἂν εἰ μάθοι τυχὸν, βάσιμον ἔχει τὸ χρῆμα· Χριστὸν γὰρ οὐκ οἶδεν τὸν ἐμφανίζοντα τὴν ὁδὸν, δι' ἧς ἄν τις εἰσελάσειε πρὸς ζωήν. Ταῦτα οὖν φασιν, ὅτι ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον λατρείαν ἐξώσθησαν. Ἤδη δὲ ἔφαμεν ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετείαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμενοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά. Ἐπεὶ ἄλλως, πῶς ἐνταῦθά φησι μήτε ἐπιλαθέσθαι, μήτε μὴν ἀδικῆσαι ἐν τῇ διαθήκῃ αὐτοῦ, καὶ οἷον ἀνόπιν πέμψαι τὰς ἑαυτῶν καρδίας, εἶτα παθεῖν τὴν ἀποστροφὴν, καὶ τὰ ἐξ ὀργῆς ὑπομεῖναι βλάβη· Ἢ γὰρ ψεύσονται, μὴ ἀδικῆσαι λέγοντες ἐν τῇ διαθήκῃ αὐτοῦ, ἢ τῶν θείων κριμάτων οὐ μετρίαν ποιήσονται τὴν καταβοὴν, ὡς οὐκ ἐν δίκῃ παθόντες κεκολασμένοι. Οὐκοῦν οἱ προφῆται ὄντες δίκαιοι, καὶ νομοφύλακες γεγονότες, ὡς ἐξ αἵματος τοῦ Ἰσραὴλ, οἰκειοῦνται τὰ πάθη τῆς ἀγελαίου πληθύος, ἥτις καὶ πεπαρῴνηκεν εἰς Χριστόν· καὶ τὰς τῶν προσκεκρουκότων ποιοῦνται λιτὰς, εὖ εἰδότες ὅτι κατοικτείρειν ἔθος τῷ πάντων Δεσπότῃ, καὶ πολλοὺς ἔσθ' ὅτε τῶν ἁμαρτωλῶν δι' ὀλίγους δικαίους. Καὶ ὥσπερ ἐν τῇ ἐρήμῳ ἀσεβήσαντός ποτε τοῦ λαοῦ, καὶ παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ αὐτοῦ τὸ θυμίαμα, καὶ ὁ Θεὸς ἱλάσθη τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφορὰν, οὕτως καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες, τὴν λογικὴν αὐτῶν θυσίαν ἀναπέμπουσιν ὑπερευχόμενοι τοῦ λαοῦ, καὶ τὰ οἰκεῖα προσάγοντες κατορθώματα. Τῷ γὰρ πλήθει ταῦτα λέγειν οὐχ ἥρμοζεν, ὅπερ ἀσεβῆσαν τοῖς ἐχθροῖς παραδέδοτο· ἀλλ' ὥσπερ εἰς ἑαυτοὺς ἀνέλαβον οἱ προφῆται τὰ πάθη τοῦ πλήθους, οὕτω τὰ ἑαυτῶν ἐκοινοποίησαν κατορθώματα. Ἀκόλουθον γὰρ, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου συγχαίρειν.