# Expositio in Psalmos 69.1025

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1025

Οὐχὶ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. (L f. 118 b) Αὐτὸν ποιεῖ μάρτυρα λόγων τε καὶ διανοημάτων, ὅτι μηδὲν αὐτοὺς τῆς εὐσεβείας μετέστρεψεν. Ἐν γὰρ τῷ σῷ ὀνόματι παῤῥησίαν ἔχοντες, φασὶν, ἐγκαυχώμεθα. Οἶσθα δὲ καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ' ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας ἐθανατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ' ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον, δυνάμει τέθνηκεν· ὅπερ ἔφη καὶ Παῦλος, διαφόρους ὑφιστάμενος πειρασμοὺς, καὶ λέγων· «Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν.» Ἐν τοῖς οὖν κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν, καὶ παραδεδωκότες ἄπαξ ἑαυτοὺς θυσίαν ὑπὲρ τοῦ λαοῦ, τῷ λογισμῷ τοῦτο πεπόνθαμεν. Ὡς οὖν ταῦτα παθόντες ἐπιστρέφομέν σε πρὸς ἡμᾶς, καὶ διεγείρομεν ὥσπερ καὶ καθεύδοντα εἰς τὰ φαῦλα. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσον ἡμᾶς ἔνεκεν τοῦ ὀνόματός σου. (B f. 163 b) Τὴν ἐν ὑστέροις καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν, διὰ τῶν προκειμένων ἡμῖν κατασημαίνουσι στίχων· προσεπάγοντες δὲ τοῖς ἑαυτῶν λόγοις, ἤτοι ταῖς πρὸς Θεὸν ἱκετείαις τὸ, «ἕνεκεν τοῦ ὀνόματός σου,» διαῤῥήδην ὁμολογοῦσιν, ὡς οὐκ ἄξιοι μὲν τοῦ ἐλεεῖσθαι δεῖν, οἱ τῆς ἑαυτῶν ἀγνοίας τὸ κέρας ἀκονήσαντες τῷ Χριστῷ. Πρέπει γε μὴν τὸ ἐλεεῖν αὐτὸν, καὶ τοῖς ἀνθρωπίνοις πταίσμασιν μὴ συνεκτείνειν τὰ ἐξ ὀργῆς, κατοικτείρειν δὲ μᾶλλον δι' ἑαυτόν. Καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλὰ διὰ τὸ ὄνομά μου.» ΨΑΛΜΟΣ ΜΔʹ. Εἰς τὸ τέλος, ὑπὲρ ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ὑπὲρ τοῦ ἀγαπητοῦ. (B f. 164, K f. 87 b) ᾌδεταί γε μὴν ὁ ψαλμὸς εἰς τὸ τέλος· διήγησιν γὰρ, ἤγουν προαναφώνησιν, ἔχει τοῦ κατὰ Χριστὸν μυστηρίου, ὂ γέγονεν ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος. Οὕτω γὰρ ἡμῖν ἐπέφανεν ὁ Υἱός. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ ὑπὲρ τοῦ ἀγαπητοῦ, συντεθεῖσθαι λέγεται. Ἠλλοιῶσθαι δέ φαμεν Ἰουδαίους τε καὶ Ἕλληνας, ὥστε καὶ εἰς ἕνα καὶ ἀγαπητὸν γενέσθαι λαὸν τοὺς ἐξ ἀμφοῖν κεκλημένους. Ὡς γὰρ ὁ Παῦλός φησιν, «Τοὺς δύο λαοὺς ἔκτισεν ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον.» Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. (B f. 165, L f. 231) Ἐνταῦθά μοι νόει τοῦ ἐκ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
