Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1028
Not analysed yet
τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεοῦ Λόγου πρόοδον, ἤτοι γέννησιν, οὐχ ὡς σῶμα ἐκ σώματος, ἀλλὰ ἀσύνθετον, ἄϋλόν τε καὶ νοητὴν, ὡς λόγον ἐκ νοῦ, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν. Τίς γὰρ ἀποστήσει καρδίας ἤτοι νοῦ λόγον, τὸν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ καὶ ἀεὶ σὺν αὐτῷ; ἀποστήσει δὲ οὕτως, ὡς ἔξω γενέσθαι παντελῶς αὐτοῦ; Δοκεῖ μὲν γάρ πως ὁ ἐν προφορᾷ καὶ διὰ γλώττης προϊέμενος λόγος, ἕτερος εἶναί τις παρὰ τὴν ἀναβράττουσαν αὐτὸν καρδίαν· πρόεισί γε μὴν ἐξ αὐτῆς, καὶ ἔστιν ἐν αὐτῇ, καὶ οὐκ ἀλλότριος αὐτῆς. Οὐ γὰρ ἐνδέχεται νοῦν, ἤτοι καρδίαν, ἄλογον εἶναί ποτε· οὔτε μὴν λόγον, ὃς οὐκ ἔστιν ἐκ νοῦ καὶ εἰς νοῦν, ἤτοι καρδίαν καὶ ἐν καρδίᾳ. Οὐκοῦν ὡς ἐν τάξει πα[ραδείγματός τινος] ἐπὶ Θεοῦ δεξάμενοι καρδίαν καὶ λόγον, τὸν τῆς ἑαυτῶν διανοίας ὑπερτείνωμεν ὀφθαλμὸν εἰς τὸ ἐπέκεινα τῶν αἰσθητῶν, καὶ θεοπρεπῆ τοῦ Θεοῦ Λόγου τὴν γέννησιν γενέσθαι πιστεύωμεν· ὃν ὡς λόγον ὁ Πατὴρ ἐκ καρδίας ἐξηρεύξατο. Ἀγαθὸν δὲ αὐτὸν ἀποκαλεῖ, καὶ μάλα εἰκότως, ἔν γε δὴ μάλιστα τῷ προκειμένῳ σκοπῷ. Ἐπειδὴ γὰρ τῆς τοῦ κόσμου σωτηρίας ἔνεκα καὶ ζωῆς εἴλετο παθεῖν τὴν ἑκούσιον κένωσιν, ἐξ ἡμερότητος ἐμφύτου καὶ γαληνότητος τῆς θεοπρεποῦς, ἀναγκαῖον ἦν ἀγαθὸν ὀνομάζεσθαι νυνὶ μάλιστα, καίτοι καὶ φῶς ὄντα καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν. Ὡς ἤδη δὲ προειρημένης διὰ τοῦ προλαβόντος στίχου τῆς ἀφράστου γεννήσεως τοῦ Μονογενοῦς, ὁ περὶ τῆς ἐνανθρωπήσεως εἰσφέρεται λόγος· ἔστι μὲν γὰρ, ὡς ἔφην, ἐν ὑπεροχῇ καὶ δόξῃ θεότητος ὁ Υἱός· ἐπειδὴ δὴ [δὲ] ἅπαξ κεκένωκεν ἑαυτὸν, τῶν τῆς ἀνθρωπότητος ἀνέχεται μέτρων. Ἐοικὸς δὲ ἀνθρώπῳ τὸ διδακτῶς ἔχειν ἅπερ οὐκ οἶδεν. ᾟ γὰρ Θεὸς εἰς νοῦν ἐνήχει τὴν παντὸς εἴδησιν ἀγαθοῦ, ἤγουν . . παραινέσεις ἀποτελοῦσιν σοφούς. Ἄθρει δὴ οὖν ἐν τούτοις, ὡσπερεὶ ἐνανθρωπήσαντος τοῦ Υἱοῦ, λέγοντα τὸν Πατέρα· «Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.» Μόνον γὰρ οὐχὶ καθυπισχνεῖται διδάσκειν αὐτὸν ὁποίοις τισὶν κεχρήσεται λόγοις, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ εἶναί φαμεν τὴν εὐσεβῆ πολιτείαν, καὶ τῶν ἁγιοπρεπῶν ἀνδραγαθημάτων τὴν δύναμιν, ἣ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγονεν ἡμῖν ἐμφανής. Ἔφασκε γὰρ ὁ Σωτήρ· «Ἀπ' ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω.» Καὶ πάλιν· «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Γράφει δὲ καὶ ὁ σοφὸς Ἱωάννης περὶ αὐτοῦ, ὅτι «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐπειδὴ γὰρ παρωσάμενος τὴν ἐν νόμῳ σκιὰν, ἑαυτὸν ἔφα-