# Expositio in Psalmos 69.1029.1

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1029.1

σκεν εἶναι τὴν ἀλήθειαν, ἐδίδασκε δὲ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησίν τε καὶ λατρείαν, ὡς ἂν μὴ τοῖς Ἰουδαίοις παρά γε τὸ τῷ Θεῷ δοκοῦν τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς οἰκονομικῶς, ὡς ἔφην, ἀνατίθει τὰς ἑαυτοῦ φωνάς. Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν τῷ ὄρει Χωρὴβ συναγηγερμένῳ τῷ Ἰσραὴλ ἐπαγγελίαν ἐδίδου Θεὸς τὴν περὶ Χριστοῦ, λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα, ὅτι «Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.» Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός· «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.» Τὸ γὰρ δείκνυσθαι τὰ ἔργα τοῦ Πατρὸς τῷ Υἱῷ, οὐκ ἀπηλλάχθαι μὲν ἴσως φαίη τις ἂν ἀνθρωπίνης σμικροπρεπείας, ἔοικέ γε μὴν τῷ τῆς κενώσεως σκοπῷ. Εὖ δὲ δὴ σφόδρα βασιλέα τὸν Υἱὸν ὁ Πατὴρ ἀποκαλεῖ, ἵνα μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ τὸ μυστήριον ἀποφέρειν αὐτόν πως δοκῇ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας καὶ τῆς κατὰ πάντων ὑπεροχῆς. Εἰ γὰρ καὶ γέγονεν ἐν τῇ [γῇ ἄνθρωπος,] οὐδὲν ἧττον ὡς ἐκ βασιλέως γεννηθεὶς τοῦ Πατρὸς, μεμένηκε βασιλεὺς καὶ ἐν τοῖς κατὰ φύσιν ὑψώμασιν, θεοπρεπέσιν δὲ δηλονότι καὶ τοῖς ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. (B f. 165 b, I f. 232) Ἑτεροίως ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς οὐσίας ἑαυτοῦ κατασημαίνει Λόγον. Γλῶσσαν γὰρ ἰδίαν αὐτὸν ὀνομάζει, οὐχ ὡς ἕτερόν τι λαλοῦντα, πλὴν ὅτι τὰ ἐν αὐτῷ· δρᾷ γὰρ τοῦτο καὶ ἐν ἡμῖν ἡ γλῶττα τὰ εἰς νοῦν καὶ καρδίαν τοῖς ἔξω διαπορθμεύουσα. Καὶ ὀξυγράφου δὲ κάλαμον αὐτὸν εἶναί φησιν· ὁ γὰρ τοῦ ὀξυγράφου κάλαμος ὀξέως ταῖς δέλτοις ἐναποσημαίνεται τάς τινων φωνάς. Ὁ δέ γε μονογενὴς τοῦ Θεοῦ Λόγος αὐτὸ δὴ τουτὶ πληροῖ, ταῖς τῶν πιστευόντων καρδίαις νοητῶς ἐγχαράττων τὸ μέγα καὶ σοφὸν καὶ ἀληθὲς βούλημα τοῦ Πατρός. Τί δὲ τὸ θέλημα τοῦ Πατρὸς, αὐτὸς ἐν Εὐαγγελίοις διασαφεῖ λέγων· «Ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ' ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.» Καὶ καθ' ἕτερον τρόπον· ἐγγράφει γὰρ ἡμῖν τὸ θέλημα τοῦ Πατρὸς τὸ ἀγαθὸν καὶ εὐάρεστον. Ὀξὺς δὴ οὖν λίαν ὁ τοῦ Πατρὸς κάλαμος. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλου μακροῦ καὶ περισκελίας πολλῆς, τῆς κατὰ τὸ γράμμα φημὶ, ἀμυδρῶς καὶ μόλις ὑπεδήλου τὰ χρήσιμα· ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, περιαγωγῆς ἁπάσης δίχα, συντόμως ἡμῖν, ὡς ἔφην, ἀπεκάλυψεν τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ μεγάλης βουλῆς Ἄγγελος. Ἔφη δέ που καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῶν κεκλημένων ἐν πίστει, ὅτι «Ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Γράφει δὲ πρὸς αὐτοὺς καὶ ὁ πάνσοφος Παῦλος· «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
