# Expositio in Psalmos 69.1032

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1032

διακονηθεῖσα ὑφ' ἡμῶν, γεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος.» Ἀλλ' οὗτος ὁ κάλαμος πρὸς τῷ εἶναι ταχὺς καὶ ὀξὺς, ἔχει καὶ τὸ ὡραῖον ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Προσπεφώνηκε μὲν γὰρ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωσῆς τὸν δι' ἀγγέλων διακονηθέντα νόμον· προσελάλουν δὲ καὶ οἱ προφῆται τὰ ἐξ ἀποκαλύψεως Θεοῦ τοῖς ἀρχαιοτέροις· ἀλλ' ὡραῖος ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ τοῦ Πατρὸς κάλαμος. Τίς γὰρ τῶν ἁγίων ἁμιλλήσεται τῷ Χριστῷ; Οὐδεὶς παντελῶς. Διὰ γάρ τοι τοῦτο καὶ ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων εἰσφερομένη νύμφη, τὸ τῆς Ἐκκλησίας φοροῦσα πρόσωπον, καίτοι προκείμενον αὐτῇ ταῖς τοῦ πανσόφου Μωσέως ἐντυγχάνειν συγγραφαῖς, καὶ ταῖς τῶν ἁγίων προφητῶν, τὸν παρὰ Χριστοῦ δεδίψηκε λόγον καὶ δὴ καὶ ἔφασκεν· «Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.» Τὰ ὅμοια κατὰ διάνοιαν πρὸς τοῖς ἤδη ῥηθεῖσιν, ἐν δευτέρᾳ Ἐξηγήσει Εὐσέβιος ὁ Καισαρεύς φησιν· εἰ καὶ μὴ μετὰ τοσαύτης τῶν Γραφικῶν μαρτυρίας. (A f. 246) Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα κατὰ τὴν ἀναλογίαν τοῦ πλάτους τῆς καρδίας, καὶ πλείονα ἢ ἐλάττονα, ἢ ἐμφανῆ πᾶσιν ἢ ἀμυδρότερα κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. (B f. 166, I f. 233 b) Τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τῶν προλαβόντων στίχων τὰ πρῶτα εἰπόντος, ἁρπάζει τὴν ἀποκάλυψιν τῶν ἁγίων προφητῶν ὁ χορὸς, καὶ οἱονεὶ ἐπικροτεῖ τοῖς τοῦ Πατρὸς λόγοις, καὶ τῇ συναινέσει τιμᾷ τὸ μυστήριον, καὶ οἷον ἐκ πολλῆς ἄγαν φιλοθεΐας ἀναφωνεῖ· Ἐπειδή σοι πρόσεστιν τὸ ὡραῖον ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁμολογοῦμεν ὅτι ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου, καὶ διὰ τοῦτο ηὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τὸ δὲ, ηὐλόγησεν, ἀντὶ τοῦ, ηὐλογημένον ἐποίησεν. Δοξολογοῦμεν γὰρ ἀκαταλήκτως αὐτὸν οἱ πιστεύσαντες· δοξασθήσεται δὲ καὶ εἰς ἀεὶ, Θεὸς ὢν ἀληθινὸς καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ αὐτὸς ὑπάρχων ὁ τῆς δόξης Κύριος. Εἰ δὲ δή τις λέγοι δοτὸν γενέσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς τὸ εὐλογεῖσθαι πρὸς ἡμῶν, διενθυμείσθω κἀκεῖνο· ὥσπερ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, δέδωκεν αὐτῷ ὁ Πατὴρ «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵν' ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός·» οὕτω καὶ εὐλογητὸς [ὑπὸ τοῦ Θεοῦ δοτὸν αὐτῷ] λέγεται τὸ εὐλογεῖσθαι παρὰ πάντων. Καὶ τοῦτό ἐστιν ἡ κένωσις· ἃ γὰρ ἔχει ὡς Θεὸς φυσικῶς, ταῦτα λέγεται λαβεῖν ἀνθρωπίνως. Καὶ καθ' ἕτερον δὲ τρόπον ἔδει τὸν Υἱὸν γενόμενον ἄνθρωπον χρηματίσαντα δεύτερον Ἀδὰμ, καὶ εἰς ῥίζαν τοῖς ἐπὶ τῆς γῆς τεθέντα δευτέραν, εὐλογηθῆναι παρὰ τοῦ Πατρὸς ὡς ἄνθρωπον, ἵνα παύσηται λοιπὸν ἡ τῆς ἀρᾶς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
