Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1033
Not analysed yet
δύναμις τῆς ἐπενεχθείσης τῷ ἐκ γῆς τε καὶ χοϊκῷ, ἤτοι τῇ πρώτῃ ῥίζῃ τῆς ἀνθρωπότητος, τουτέστιν Ἀδάμ. Ὥσπερ γὰρ ἐν ἐκείνῳ γεγόναμεν ἐπάρατοι, οὕτως ηὐλογήθημεν ἐν Χριστῷ· πέμποντος εἰς ἅπαν τὸ γένος τὴν ὡς ἀνθρώπῳ δοθεῖσαν αὐτῷ χάριν. Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ χαίρων ὁ Μελῳδὸς ἀνεφώνει· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (I f. 234) Ὦ Δέσποτα, φασὶ, πρὸς τῷ κάλλει σου τῷ ὑπὲρ πάντας καὶ ἀπαραβλήτῳ, περίζωσαι καὶ ῥομφαίαν, καὶ οὔ τί που ἀλλοτρίαν, τὴν σὴν δὲ μᾶλλον. Οὐδὲν γὰρ τῶν ἔξωθεν ἢ εἰσκεκριμένον προσεῖναί φαμεν τῷ Χριστῷ, ἀλλ' ἴδια αὐτῷ τὰ θεοπρεπῆ νοοῖντ' ἂν εἰκότως . . . δυνατὸς γάρ ἐστιν, τουτέστι τῶν δυνάμεων Κύριος· οὐ παρ' ἑτέρου τὸ δύνασθαι λαβὼν, ἀλλ' ἴδιον καὶ ἐμπεφυκὸς οὐσιωδῶς μετὰ τῶν ἑτέρων θεοπρεπεστάτων ἀξιωμάτων. Ἔστι γε μὴν ὡραῖος μὲν τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασιν καταθρεῖν δυναμένοις τὸ ἐξαίσιον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἡρμοσμένην ἔχων, ἵνα τὰς τῶν ἀντικειμένων φάλαγγας θορυβῇ, ἢ καὶ τὰς τῶν ἀπειθούντων ἀπονοίας καταπτοῇ, δίκην αὐτοῖς καὶ κόλασιν ἀπειλῶν. Τοῦτο γάρ που καὶ ἑτέρωθί φησιν ὁ Ψάλλων· «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἔνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης. (A f. 248 b, B f. 167 b, I f. 235) Τὸ κατευοδοῦ, ἀντὶ τοῦ, Παντὸς ἀγαθοῦ πράγματος εὐθὺ κέλευε τρέχειν τοὺς τὰ σὰ φρονεῖν ἑλομένους, οὕτω τε βασίλευε τῶν κατευοδουμένων. Ἔνεστί γε μὴν τῷ λόγῳ πλείστην τε ὅσην ἰδεῖν ἐνοῦσαν ἀκολουθίαν. Οὐ γὰρ ἦν ὅλως ἰσχύσαι τινὰς δι' εὐθείας ὥσπερ ᾄττειν ὁδοῦ πρὸς τὸ αὐτῷ δοκοῦν, ἐγκειμένου τοῦ Σατανᾶ· ταύτῃ τοι καὶ μάλα εἰκότως πρῶτον ἐντείνει τὸ τόξον· ἵν' ἐκ μέσου γεγονότος ἐκείνου, καὶ σὺν αὐτῷ τῶν ἑτέρων, οἳ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιμαίνονται, δυνηθῶσιν εὐοδοῦσθαι λοιπὸν, καὶ διὰ ψιλῆς ὥσπερ ἰέναι τρίβου, μαχομένου τε καὶ ὑπαντιάζοντος οὐδενὸς, πρός τε τὸ χρῆναι τῆς ὑπ' αὐτῷ βασιλείας ὑπελθεῖν τὸν ζυγόν. Ὀρθῶς οὖν ἄρα φασὶ πρῶτον μὲν τὸ Ἔντεινον, εἶτα τὸ Κατευοδοῦ, καὶ τρίτον εὐθὺς τὸ Βασίλευε. Προσεπάγουσι δὲ τὸ, «ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.» Πραότητα, καθάπερ ἐγᾦμαι, καὶ μὴν καὶ ἀλήθειαν καὶ δικαιοσύνην, οὐδὲν ἕτερον εἶναι λέγοντες, πλὴν ὅτι τὸ κήρυγμα τὸ εὐαγγελικὸν δι' οὗ γεγόναμεν ὑπὸ Χριστῷ· βεβασίλευκε γὰρ δι' αὐτοῦ τῆς ὑπ' οὐρανόν. Ἔστι δὲ ἀλήθεια μὲν, ὅτι τύπων ἐπέκεινα καὶ σκιᾶς