# Expositio in Psalmos 69.1036.1

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1036.1

ἐστιν τῆς κατὰ τὸν Μωσέα, γυμνῶς τε καὶ ἀπημφιεσμένως τὸ Χριστοῦ μυστήριον διδάσκει. Πραότητος δὲ πάλιν· οὐ γὰρ ἔχει τὴν ἀποτομίαν τὴν ἔν γε τῷ νόμῳ. Ὡς γὰρ ὁ Παῦλός φησιν· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει.» Πραότητος δὲ καὶ ἑτέρως τὸ εὐαγγελικόν ἐστι κήρυγμα· πράους γὰρ ἀποτελεῖ τοὺς πιστεύοντας εἰς Χριστὸν, οὐκ ἀμυντικοὺς καὶ ὀργίλους, οὔτε μὴν ἀπαιτεῖν ἐθέλοντας ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ πόδα ἀντὶ ποδὸς, καὶ χεῖρα ἀντὶ χειρὸς, ἀλλὰ τῷ παίοντι τὴν δεξιὰν σιαγόνα, στρέφοντας καὶ τὴν ἄλλην· ἑπομένους τε αὐτῷ λέγοντι· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἰ δὲ δή τις προσεῖναι λέγοι καὶ αὐτῷ τῷ Χριστῷ τό τε ἀληθὲς ἐν πᾶσιν (οὐδὲν γὰρ ἐψευσμένον ἐν αὐτῷ τῶν θεοπρεπῶν), καὶ μὴν καὶ τὴν εἰς ἄκρον πραότητα καὶ δικαιοσύνην, οὐκ ἂν ἔξω γένοιτο τοῦ εἰκότος. Ἀληθὲς γὰρ καὶ ταυτὸ ἔνεστί γε μὴν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν καὶ ἡ δικαιοσύνη. Ὁσίους γὰρ καὶ ἀμώμους ἀποτελεῖ. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. (B f. 167 b, I f. 236) Ὁ θεσπέσιος Παῦλος τὸν τῆς διανοίας ἑαυτοῦ ὀφθαλμὸν ἀνατείνων εἰς θεοπτείαν, «Ὦ βάθος, φησὶ, πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ. ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Δεῖται γὰρ τὸ σύμπαν οὐδενὸς εἴς γε τὸ εἰδέναι καλῶς τε καὶ ἀμωμήτως τὸ τελοῦν εἰς ὄνησιν τοῖς ὑπ' αὐτῷ γενομένοις, ἀλλ' οἷόν τινα ποδηγὸν εἰς ἕκαστα τῶν πρακτέων αὐτὸς ἑαυτὸν ἔχει. Μόνος τὰ πάντα γὰρ οἶδε, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Τί δὴ οὖν ἄρα φασὶν οἱ ἅγιοι τῷ Χριστῷ; «Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Βλέποντι γὰρ, φησὶν, τὰ εἰς κατόρθωσιν σωτηρίας τῶν ἐπὶ τῆς γῆς, σύμβουλος ἔσται τῶν καθ' ἡμᾶς, ἤγουν ἕτερός τις τῶν ἐπέκεινα παντελῶς οὐδείς· ἀρκέσει γὰρ πρὸς τοῦτο ἡ σὴ δεξιά. Καὶ οὐχ ὡς ἑτέραν τινὰ παρ' αὐτὸν οὖσαν τὴν δεξιὰν αὐτοῦ, ἤτοι τὴν δύναμιν, ἐν τούτῳ κατασημαίνουσιν, ἀλλ' οἷον ὡσεὶ ἔλεγον, «ἡ δεξιά σου,» ἤγουν ἡ μεγαλοπρέπειά σου, οὐχ ἕτερόν τινα παρ' αὐτὸν ἔδει νοεῖν. Οὕτω κἂν εἰ λέγοιεν ἡ δεξιὰ, τουτέστιν ἡ δύναμις, αὐτὸν δὴ μόνον ὡς ἐν περιφράσει σημαίνουσιν. Οἶδε γὰρ, οἶδεν ἡ δεξιά σου, φασὶ, τίσι μὲν ἂν πρέποι τὴν ῥομφαίαν ἐπενεγκεῖν, ἢ καὶ κατὰ τίνων τὸ ἀδιάφυκτον ἐντεῖναι τόξον, τίνας δὲ αὖ καὶ κατευοδοῦσθαι πρέποι ἂν καὶ τοῖς σοῖς ὑποφέρεσθαι ζυγοῖς, ἵνα σὲ καὶ μόνον ὁμολογῶσιν Θεόν τε καὶ βασιλέα, Σωτῆρα καὶ Λυτρωτήν. Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. (A f. 249 b) Οὐδεὶς δὲ θεομάχος ἢ ἀλαζὼν ὑποκάτω πίπτει τοῦ Θεοῦ, ἀλλ' οἱ τὴν ἐκ πίστεως ὑποταγὴν καταδεξάμενοι. Βέλη οὖν τοῦ δυνατοῦ, τουτέστι τοῦ Χριστοῦ, οἱ ἀπόστολοι· ἐχθροὶ δὲ τοῦ βασιλέως, ἤγουν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Σατανᾶς,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
