# Expositio in Psalmos 69.1037

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1037

καὶ ἁπλῶς οἱ τοῖς θείοις δόγμασιν ἀντεξάγοντες. Κατατοξευθέντος οὖν τοῦ Σατανᾶ, καὶ τρωθείσης τῆς καρδίας τῶν νοητῶν ἐχθρῶν διὰ τῶν βελῶν τοῦ δυνατοῦ, ὑποπεπτώκασι λαοὶ ὑπὸ πόδας Χριστοῦ, καὶ τοῖς ζυγοῖς τῆς αὐτοῦ βασιλείας ὑπέπεσον καὶ ὑπετάγησαν. Οἱ γὰρ μυσταγωγοὶ πλήττουσι τοὺς πεπλανημένους καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότας, πλὴν οὐκ εἰς θάνατον, ἀλλ' εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα ὑποκάτω πίπτοιεν αὐτοῦ, καὶ λέγοιεν· «Τετρωμένη ἀγάπης ἐγώ.» Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα, τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; Ἡ γὰρ πρόσπτωσις αὕτη ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (A f. 250, B f. 168 b, I f. 239) Ἄθρει τοίνυν ὅτι Θεὸν τὸν ἐνανθρωπήσαντα καλεῖ, καὶ θρόνον αὐτῷ νέμει τὸν ἀνωτάτω. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ οὐκ ἔξω γεγονὼς διὰ τοῦτο τοῦ εἶναι ὃ ἦν, μεμενηκὼς δὲ μᾶλλον ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ τὴν τῆς εὐθύτητος ἔχων ῥάβδον. Ῥάβδος δὲ, καὶ βασιλείας σύμβολον· βασιλεύει γὰρ ἐν δικαιοσύνῃ Χριστός. Ἔφη γάρ τις τῶν ἁγίων προφητῶν περί τε αὐτοῦ καὶ τῶν ἁγίων μυσταγωγῶν· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» Οὐκοῦν ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων, τὸ τοῦ λόγου γέγονε σχῆμα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Χριστὸς ῥάβδος ὠνομάσθη πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἀποβλέψας ὁ Δαβὶδ φησί· Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, κ.τ.λ. (B f. 168 b, D f. 123 b, I f. 239) Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι Δίκαιος Κύριος καὶ δικαιοσύνην ἠγάπησεν. Καὶ πάλιν· «Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Καὶ πάλιν· «Ἐγώ εἰμι Κύριος ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.» Ἆρ' οὖν, εἴπερ καὶ διὰ ταῦτα λέγει μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν μὲν δικαιοσύνην ἀγαπᾶ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας; καὶ ἀρετῆς ἀνταπόδοσις, ὅτι τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα; Ἀλλ' οὐκ ἄν τις τοῦτο μανείη ποτέ. Ὥσπερ οὖν ἐπὶ τοῦ Πατρὸς εὐσεβῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, ὡσαύτως ἐκληφθείη καὶ ἐφ' Υἱοῦ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ τὸ ἀρχέτυπον πρὸς τὴν εἰκόνα. Εἶτ' ἐπειδὴ, φησὶ, Θεὸς ὢν πλημμελεῖν οὐκ οἶσθα (δικαιοσύνην γὰρ ἀγαπᾷς, καὶ ἀποστρέφῃ ἀνομίαν, ἄβατον, ἵν' οὕτως εἴπω, τὴν σαυτοῦ φύσιν ἔχων παντὶ πονηρῷ), «διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου.» Κέχρισται γὰρ εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, γενόμενος ἄνθρωπος ὁ Υἱὸς, ἵν' ἡμᾶς προσαγάγῃ τῷ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
