# Expositio in Psalmos 69.1044

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1044

τοῖς ἐξ Ἰσραὴλ τὸ, «Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·» τοῖς δ' ἐξ ἐθνῶν προσιοῦσιν ταῦτα ἂν λέγοιτο εἰκότως, ἐπειδήπερ ἦμέν ποτε ἀνόητοι καὶ τέκνα ὀργῆς, πατέρα τὸν διάβολον ἐπιγραφόμενοι, λαός τε ἡμῶν ἦν πᾶς τε ἄθεος καὶ εἰδωλολάτρης. Ἐπεὶ οὖν ἐκ τοιούτων μεταβέβληται ἡ ἐπὶ γῆς Ἐκκλησία, εἰκότως ὁ λόγος προσφωνεῖ φάσκων αὐτῇ· «Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Οὕτω ποτὲ καὶ τῷ Ἀβραὰμ ἐλέγετο· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.» Τετήρηται δὲ καὶ εἰς δεῦρο παρ' ἡμῖν, τὸ χρῆναι τοὺς ἐπιστρέφοντας εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἐπιλανθάνεσθαι τρόπον τινὰ τοῦ οἴκου τοῦ πρώτου πατρὸς καὶ τοῦ λαοῦ αὐτοῦ. Εἰσιόντας γοῦν ἐπὶ τὸ σωτήριον βάπτισμα, εἶτα στραφέντας πρὸς δυσμὰς, βοᾷν ἀναπείθομεν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ πᾶσι τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ἀγγέλοις σου, καὶ πάσῃ τῇ πομπῇ σου, καὶ πάσῃ τῇ λατρείᾳ σου. Ὁποῖον δ' ἕξει μισθὸν ἡ Χριστοῦ θυγάτηρ ταῦτα ποιοῦσα, ἑξῆς παρίστησι λέγων· «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν κύριός σου.» Ἐὰν γὰρ, φησὶν, καθαρθεῖσα λήθην ποιήσαιο τῶν προτέρων κακῶν, καὶ τὸ φυσικὸν κάλλος τῆς ψυχῆς τὸ κατ' εἰκόνα Θεοῦ πεποιημένον ἀναλαβοῦσα, τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἕξεις ἐρώμενον· αὐτὸς γὰρ ὁ μέγας βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους σου· οὐκ ἀπαξιώσει cod. ἀξιώσει τε Κύριός σου χρηματίζειν, καίπερ ὢν ἁπάντων τῶν ἁγίων αὐτοῦ βασιλεύς. Ἀντὶ δὲ τοῦ «Προσκυνήσουσιν αὐτῷ,» ὁ μὲν Ἀκύλας, Καὶ προσεκύνησεν αὐτῷ, ἑρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ προσκύνει αὐτόν· ἀξίαν σεαυτὴν παραστήσασα τῆς αὐτοῦ προσκυνήσεως, προσκαλούμενος δὲ αὐτὴν ἐπὶ τὴν ἀκρόασιν. —Ἕτεροι δὲ κατὰ πρόγνωσιν οὕτω αὐτὴν καλεῖσθαί φασιν. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς. (A f. 253) Κρυπτὸς, φησὶν, ὁ κόσμος τῆς Ἐκκλησίας εἰς νοῦν καὶ διάνοιαν. Κροσσοὶ δὲ, εἴτουν σειραὶ, αἱ πολυειδεῖς ἀρεταὶ, μονονουχὶ καὶ ἀπηρτημέναι τῆς τῶν ἁγίων πληθύος. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. (A f. 254, L f. 122 b) Νοήσεις δὲ καὶ οὕτως. Πάλαι μὲν ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες· «Χείλη γὰρ, φησὶν, ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτῶν.» Ἐπεὶ δὲ τῆς σκιᾶς συνεσταλμένης, καὶ τῆς ἐν πνεύματι λατρείας λαμψάσης, ἔδει τῷ κόσμῳ λαμπροτέρων κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
