# Expositio in Psalmos 69.1049

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1049

γραφὴ ἡ λέγουσα· «Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσώπῳ·» σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι, ὅταν ταραχὴν δέξηται ἀπὸ τῶν ἀντικειμένων. Ἕως μὲν γὰρ ἀδιάβλητον ἔχει τὴν πίστιν ἐν ἑαυτῇ ψυχὴ, καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλλος ἕχει τὸ νοητὸν, ᾧ καὶ αὐτὸς ἐπιγάννυται Χριστός. Παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος, παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς ἔχει. Ἀλλ' οὐ πείσεται τοῦτο, φησὶν, ἡ Ἐκκλησία· σώζει γὰρ αὐτῆς τὸ κάλλος. Πρόσωπον δὲ νοηθεῖεν ἂν Ἐκκλησίας οἱ ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συντόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύγματος. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. (A f. 258 b, E f. 84 b, I f. 249) Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον ἐκδέχεσθαι τρόπον, οὐκ ἂν ἀμοιρήσειεν ἐννοιῶν ἀγαθῶν. Μεθ' ἡμῶν γὰρ γέγονεν ὁ τῶν δυνάμεων Κύριος, ὅτε γέγονεν καθ' ἡμᾶς, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Διὰ τοῦτο γὰρ καὶ Ἐμμανουὴλ ὠνόμασται, ὅ ἐστι μεθερμηνευόμενον, μεθ' ἡμῶν ὁ Θεός. Τότε γὰρ ἡμῶν ἀντελάβετο καὶ σέσωκε κεκινδυνευκότας· ἀπήλλαξε γὰρ ἁμαρτιῶν καὶ φθορᾶς, καὶ τοῦ καταδυναστεύεσθαι παρ' ἐχθρῶν, αἰσθητῶν τε καὶ νοητῶν. Εἶδεν οὖν ὁ Δαβὶδ τὸν ἐνανθρωπήσαντα Θεόν. Εἶδε τὸν ἐκ Παρθένου γεννηθέντα Ἐμμανουὴλ, καὶ διὰ τοῦτο προφητικῶς ἐβόα· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν·» δεικνὺς ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς. Ἀντιλήπτωρ ἡμῶν, φησὶ, οὐχὶ ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον, ἀλλ' ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.» Ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς. (I f. 249 b. L f. 123 b) Πλεῖστα γὰρ ὅσα γέγονε τὰ τερατουργήματα λαμπρά τε καὶ διαβόητα, καὶ οὔ τί που κατὰ μόνην τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πᾶσιν ἐγνωσμένα τοῖς ἐπὶ γῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τῶν ἁγίων ἱερουργῶν, οἳ πᾶσαν φοιτῶντες τὴν ὑπ' οὐρανῶν, τὴν ἀξιάγαστον δύναμιν καὶ ὑπεροχὴν τοῦ Χριστοῦ κατέστησαν ἐναργῆ, τοῦτο μὲν τὰ δι' αὐτοῦ γεγονότα λέγοντες, τοῦτο δὲ καὶ ἐν ὀνόματι αὐτοῦ κατορθοῦντες. Εἰ δὲ δή τις λέγοι χρῆναι μαθεῖν τοὺς ἐξ ἐθνῶν καλουμένους τὰ ἔργα τοῦ Θεοῦ, τουτέστιν τὴν ὁρωμένην κτίσιν, πολὺ λίαν ἔχουσαν τὸ ἀξιοθαύμαστον καὶ τερατουργίας οὐ μακρὰν, ὥστε εἰδέναι σύμπαντας ὅτι τῶν ὅλων ἐστὶ δημιουργὸς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ΨΑΛΜΟΣ Μϛʹ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. (A f. 260 b, B f. 178, K f. 92, I f. 250 b, L f.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
