# Expositio in Psalmos 69.1052

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.1052

124) Διακονοῦσί τινες τοῖς υἱοῖς Κορὲ ἱεροψάλται πάντως που, οἳ δὴ καὶ ἀναφέρουσιν τὴν λιτήν. Ἐπιγέγραπται γοῦν ὑπὲρ τῶν υἱῶν Κορὲ, οὐχ ὡς ὑπέρ γε πάντως ἐκείνων γενομένης τῆς ᾠδῆς, ἀλλ' ὡς δι' αὐτῶν ὑπηρετεῖν τεταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς ἤδη κεκελευσμένων μαθητεῦσαι μὲν πάντα τὰ ἔθνη, βαπτίσαι τε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνήστρια γέγονεν ἡ πίστις (κέκληνται γὰρ δι' αὐτῆς εἰς υἱοθεσίαν Θεοῦ, εἰς μέθεξιν τοῦ ἁγίου Πνεύματος θείας τε φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὴν τῶν ἐξ οὐρανοῦ χαρισμάτων πεπλουτήκασι χάριν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοὶ), ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσι λέγοντες· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ. (I f. 251, L f. 124) Τὸ δ' αἴτιον τῆς πανηγύρεως, ὅτι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐγνώσθη Χριστὸς τοῦτο ὑπάρχων, ὅπερ ἐστὶ κατὰ ἀλήθειαν, βασιλεὺς δηλονότι καὶ Θεὸς ὕψιστός τε καὶ φοβερός· βασιλεὺς δὲ τῶν ἐθνῶν οὐκ ἀρχὴν ἕχων καὶ τῆς βασιλείας, ὅτε κεκράτηκεν αὐτῶν, ἀλλ' ὅτι Κύριος ὢν τῶν ὅλων καὶ βασιλεὺς ὡς Θεὸς, ὑπὸ σκῆπτρα τέθεικε τῆς ἑαυτοῦ βασιλείας καὶ αὐτὰ, τῆς τῶν πάλαι κρατούντων πλεονεξίας ἐξελών.—(A f. 261) Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλμός. Ὡς οὗν πεπτωκυιῶν τῶν ἀντικειμένων δυνάμεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται. Ἀλαλάξουσι δὲ ὡς νικήσαντες ἐν Χριστῷ. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. (B f. 179, E f. 85, I f. 252, L. f. 124 b) Δοκεῖ γε μὴν ἑτέροις τὸ, «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,» καὶ ἑτέρως χρῆναι νοεῖν· λαοὺς γὰρ δὴ καὶ ἔθνη τὰ ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φασι. Περὶ ὧν ἔφη ὁ Χριστός· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καταθαυμάζουσι δὲ καὶ τὴν τοῦ Σωτῆρος φιλοτιμίαν, ὅτι ψήφῳ δικαίᾳ Θεοῦ πάντα τὰ γέρα τῶν ἐξ Ἰσραὴλ, καὶ τὰ ἐκείνοις ἐπηγγελμένα παρὰ Θεοῦ, δέδοται μᾶλλον τοῖς ἐξ ἐθνῶν, ἅτε δὴ προσηκαμένοις τὴν πίστιν, καὶ ἐπεγνωκόσι τὸν εὐεργέτην. Καὶ γοῦν περὶ αὐτοῦ τοῦ θείου κηρύγματος εἴρηταί που πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ παρὰ τῶν ἁγίων μυσταγωγῶν· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος.» Χαίρουσι τοίνυν ὡς λαβόντες παρὰ Χριστοῦ τὸ εἶναι κλῆρος αὐτοῦ, καταλογισθῆναι δὲ ὥσπερ καὶ ἐν τῇ καλλονῇ Ἰακώβ. Πάλαι μὲν γὰρ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν,

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
